Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἁπάντων δὲ ὅσων πλείους αἱ γενέσεις, ἡ ἀπὸ παρασπάδος καὶ ἔτι μᾶλλον ἡ ἀπὸ παραφυάδος ταχίστη καὶ εὐαυξής, ἐὰν ἀπὸ ῥίζης ἡ παραφυὰς ᾖ. καὶ τὰ μὲν οὕτως ἢ ὅλως ἀπὸ φυτευτηρίων πεφυτευμένα πάντα δοκεῖ τοὺς καρποὺς ἐξομοιοῦν. ὅσα δ᾿ ἀπὸ τοῦ καρποῦ τῶν δυναμενων καὶ οὕτως βλαστάνειν, ἅπανθ᾿ ὡς εἰπεῖν χείρω, τὰ δὲ καὶ ὅλως ἐξίσταται τοῦ γένους, οἷον ἄμπελος μηλέα συκῆ ῥοιὰ ἄπιος· ἔκ τε γὰρ τῆς κεγχραμίδος οὐδὲν γίνεται γένος ὅλως ἥμερον, ἀλλ᾿ ἢ ἐρινεὸς ἢ ἀγρία συκῆ, διαφέρουσα πολλάκις καὶ τῇ χροίᾳ· καὶ γὰρ ἐκ μελαίνης λευκὴ καὶ ἐκ λευκῆς μέλαινα [*](¹ μολεύειν conj. Sch.; μωλύειν MSS.; μοσχεύειν conj. R. Const. (cf. C.P. 1. 2 1). But cf. Hesych. s.v. μολεύειν.) [*](² Plin. 16. 141. 3 ἐπὶ conj. W.; τὸ UMV Ald.)

112
γίνεται· ἔκ τε τῆς ἀμπέλου τῆς γενναίας ἀγεννής· καὶ πολλάκις ἕτερον γένο· ὁτὲ δὲ ὅλως οὐδὲν ἥμερον ἀλλ᾿ ἄγριον ἐνίοτε καὶ τοιοῦτον ὥστε μὴ ἐκπέττειν τὸν καρπόν· αἱ δ᾿ ὥστε μηδὲ ἁδρύνειν ἀλλὰ μέχρι τοῦ ἀνθῆσαι μόνον ἀφικνεῖσθαι.

Φύονται δὲ καὶ ἐκ τῶν τῆς ἐλάας πυρήνων ἀγριέλαιος, καὶ ἐκ τῶν τῆς ῥόας κόκκων τῶν γλυκέων ἀγεννεῖς, καὶ ἐκ τῶν ἀπυρήνων σκληραί, πολλάκις δὲ καὶ ὀξεῖαι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐκ τῶν ἀπίων καὶ ἐκ τῶν μηλέων· ἐκ μὲν γὰρ τῶν ἀπίων μοχθηρὰ ἡ ἀχράς, ἐκ δὲ τῶν μηλέων χείρων τε τῷ γένει καὶ ἐκ γλυκείας ὀξεῖα, καὶ ἐκ στρουθίου Κυδώνιος. χείρων δὲ καὶ ἡ ἀμυγδαλῆ καὶ τῷ χυλῷ καὶ τῷ σκληρὰ ἐκ μαλακῆς· δι᾿ ὃ καὶ αὐξηθεῖσαν ἐγκεντρίζειν κελεύουσιν, εἰ δὲ μὴ τὸ μόσχευμα μεταφυτεύειν πολλάκις.

Χείρων δὲ καὶ ἡ δρῦς· ἀπὸ γοῦν τῆς ἐν Πύρρᾳ πολλοὶ φυτεύσαντες οὐκ ἐδύνανθ᾿ ὁμοίαν ποιεῖν. δάφνην δὲ καὶ μυρρίνην διαφέρειν ποτέ φασιν, ὡς ἐπὶ τὸ πολὺ δ᾿ ἐξίστασθαι καὶ οὐδὲ τὸ χρῶμα διασώζειν, ἀλλ᾿ ἐξ ἐρυθροῦ καρποῦ γίνεσθαι μέλαιναν, ὥσπερ καὶ τὴν ἐν Ἀντάνδρῳ· πολλάκις δὲ καὶ τὴν κυπάριττον ἐκ θηλείας ἄρρενα. μάλιστα δὲ τούτων ὁ φοῖνιξ δοκεῖ διαμένειν ὥσπερ εἰπεῖν τελείως τῶν ἀπὸ σπέρματος, καὶ πεύκη ἡ κωνοφόρος καὶ πίτυς ἡ φθειροποιός. ταῦτα μὲν οὖν ἐν τοῖς ἡμερωμένοις. ἐν δὲ τοῖς [*](¹ φύονται conj. W.; φυτευονται Ald. H.; φύεται Vo. cod. Cas.) [*](² γλυκέων conj. St.; γλαυκίων UMV Ald.) [*](3 cf. Athen. 3. 20 and 23. 4 cf. C. P. 1. 9. 1.) [*](5 In Lesbos: cf. 3. 9. 5 6 cf. C.P. 1. 9. 2.)

114
ἀγριοις δῆλον ὅτι πλειω κατὰ λόγον ὡς ἰσχυροτέροις· ἐπεὶ θάτερόν γε καὶ ἄτοπον, εἰ δὴ χείρω καὶ ἐν ἐκείνοις καὶ ὅλως ἐν τοῖς ἀπὸ σπέρματος μόνον· εἰ μή τι τῇ θεραπείᾳ δύνανται μεταβάλλειν.