Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

κατὰ πλείστους δὲ τρόπους ὡς εἰπεῖν ἡ ἐλάα βλαστάνει· καὶ γὰρ ἀπὸ τοῦ στελέχους καὶ ἀπὸ τοῦ πρέμνου κατακοπτομένου καὶ ἀπὸ τῆς ῥίζης καὶ ἀπὸ τοῦ ξύλου καὶ ἀπὸ ῥάβδου καὶ χάρακος ὥσπερ εἴρηται. τῶν δ᾿ ἄλλων ὁ μύρρινος· καὶ γὰρ οὗτος ἀπὸ τῶν ξύλων καὶ τῶν πρέμνων [*](¹ τά γε πολλὰ πάνθ᾿ conj. Sch.; ἢ before πάνθ᾿ ins. St.; τά τε πολλὰ πάνθ᾿ Ald.) [*](2 εὐαυξεῖς conj. H; αὐξεῖς UMV Ald.) [*](3 οὐκ I conj.; οὐδ᾿ MSS.)

108
φύεται. δεῖ δὲ καὶ τούτου καὶ τῆς ἐλάας τὰ ξύλα διαιρεῖν μὴ ἐλάττω σπιθαμιαίων καὶ τὸν φλοιὸν μὴ περιαιρεῖν.

Τὰ μὲν οὖν δένδρα βλαστάνει καὶ γίνεται κατὰ τοὺς εἰρημένους τρόπους· αἱ γὰρ ἐμφυτεῖαι καὶ οἱ ἐνοφθαλμισμοὶ καθάπερ μίξεις τινές εἰσιν ἢ κατ᾿ ἄλλον τρόπον γενέσεις, περὶ ὦν ὕστερον λεκτέον.

II. Τῶν δὲ φρυγανωδῶν και ποιωδῶν τὰ μὲν πλεῖστα ἀπὸ σπέρματος ἢ ῥίζης τὰ δὲ και ἀμφοτέρως· ἔνια δὲ καὶ ἀπὸ τῶν βλαστῶν, ὥσπερ εἴρηται. ῥοδωνία δὲ καὶ κρινωνία κατακοπέντων τῶν καυλῶν, ὥσπερ καὶ ἡ ἄγρωστις. φύεται δὲ ἡ κρινωνία καὶ ἡ ῥοδωνία καὶ ὅλου τοῦ καυλοῦ τεθέντος. ἰδιωτάτη δὲ ἡ ἀπὸ δακρύου· καὶ γὰρ οὕτω δοκεῖ τὸ κρίνον φύεσθαι, ὅταν ξηρανθῇ τὸ ἀπορρυέν. φασὶ δὲ καὶ ἐπὶ τοῦ ἱπποσελίνου· καὶ γὰρ τοῦτο ἀφίησι δάκρυον. φύεται δέ τις καὶ κάλαμος, ἐάν τις διατέμνων τὰς ἠλακάτας πλαγίας πιθῇ καὶ κατακρύψῃ κόπρῳ καὶ γῇ. ἰδίως δὲ ἀπὸ ῥίζης τῷ φύεσθαι καὶ τὰ κεφαλόρριζα.

Τοσαυταχῶς δὲ οὔσης τῆς δυνάμεως τὰ μὲν πολλὰ τῶν δένδρων, ὥσπερ ἐλέχθη πρότερον, ἐν πλείοσι τρόποις φύεται· ἔνια δὲ ἀπὸ σπέρματος [*](¹ ἐμφυτεῖαι conj. R. Const.; ἐμφυλέαι (with erasures) U; ἐμφθλείαι V; ἐμφυλεῖαι Ald.) [*](2 2. 1. 3; cf. C. P. 1. 4. 4 and 6.) [*](3 i.e. bulbil. cf. 6. 6. 8; 9. 1. 4; C. P. 1. 4. 6; Plin. 21. 24.) [*](4 ἐπὶ conj. W.; ἀπὸ P2Ald.) [*](5 δέ τις καὶ Aid,; τις om. W. after Sch.)

110
φύεται μόνον, οἷον ἐλάτη πεύκη πίτυς ὅλως πᾶν τὸ κωνοφόρον· ἔτι δὲ καὶ φοῖνιξ, πλὴν εἰ ἄρα ἐν Βαβυλῶνι καὶ ἀπὸ τῶν ῥάβδων ὥς φασί τινες μολεύειν. κυπάριττος δὲ παρὰ μὲν τοῖς ἄλλοις ἀπὸ σπέρματος, ἐν Κρήτῃ δὲ καὶ ἀπὸ τοῦ στελέχους, οἷον ἐπὶ τῆς ὀρείας ἐν Τάρρᾳ· παρὰ τούτοις γάρ ἐστιν ἡ κουριζομένη κυπάριττος· αὕτη δὲ ἀπὸ τῆς τομῆς βλαστάνει πάντα τρόπον τεμνομένη καὶ ἀπὸ γῆς καὶ ἀπὸ τοῦ μέσου καὶ ἀπὸ τοῦ ἀνωτέρω· βλαστάνει δὲ ἐνιαχοῦ καὶ ἀπὸ τῶν ῥιζῶν σπανίως δέ.

Περὶ δὲ δρυὸς ἀμφισβητοῦσιν· οἱ μὲν γὰρ ἀπὸ σπέρματός φασι μόνον, οἱ δὲ καὶ ἀπὸ ῥίζης γλίσχρως· οἱ δὲ καὶ ἀπ᾿ αὐτοῦ τοῦ στελέχους κοπέντος. ἀπὸ παρασπάδος δὲ καὶ ῥίζης οὐδὲν φύεται τῶν μὴ παραβλαστανόντων.