Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ι. Αἱ γενέσεις τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν ἢ αὐτόμαται ἢ ἀπὸ σπέρματος ἢ ἀπὸ ῥίζης ἢ ἀπὸ παρασπάδος ἢ ἀπὸ ἀκρεμόνος ἢ ἀπὸ κλωνὸς ἢ ἀπ᾿ αὐτοῦ τοῦ στελέχους εἰσίν, ἢ ἔτι τοῦ ξύλου κατακοπέντος εἰς μικρά· καὶ γὰρ οὕτως ἔνια φύεται. τούτων δὲ ἡ μὲν αὐτόματος πρώτη τις, αἱ δὲ ἀπὸ σπέρματος καὶ ῥίζης φυσικώταται δόξαιεν ἄν· ὥσπερ γὰρ αὐτόμαται καὶ αὐταί· δι᾿ ὃ καὶ τοῖς ἀγρίοις ὑπάρχουσιν· αἱ δὲ ἄλλαι τέχνης ἢ δὴ προαιρέσεως.

Ἅπαντα δὲ βλαστάνει κατά τινα τῶν τρόπων τούτων, τὰ δὲ πολλὰ κατὰ πλείους· ἐλάα μὲν γὰρ πάντως φύεται πλὴν ἀπὸ τοῦ κλωνός· οὐ γὰρ δύναται καταπηγνυμένη, καθάπερ ἡ συκῆ τῆς κράδης καὶ ἡ ῥόα τῆς ῥάβδου. καίτοι φασί γέ τινες ἤδη καὶ χάρακος παγείσης καὶ πρὸς τὸν κιττὸν συμβιῶσαι καὶ γενέσθαι δένδρον· ἀλλὰ σπάνιόν τι τὸ τοιοῦτον· θάτερα δὲ τὰ πολλὰ τῆς φύσεως. συκῆ δὲ τοὺς μὲν ἄλλους τρόπους [*](¹ ἔνια φύεται conj. Sch.; ἀναφύεται Ald.)

106
φύεται πάντας, ἀπὸ δὲ τῶν πρέμνων καὶ τῶν ξύλων οὐ φύεται· μηλέα δὲ καὶ ἄπιος καὶ ἀπὸ τῶν ἀκρεμόνων σπανίως. οὐ μὴν ἀλλὰ τά γε πολλὰ ἢ πάνθ᾿ ὡς εἰπεῖν ἐνδέχεσθαι δοκεῖ καὶ ἀπὸ τούτων, ἐὰν λεῖοι καὶ νέοι καὶ εὐαυξεῖς ὦσιν. ἀλλὰ φυσικώτεραί πως ἐκεῖναι· τὸ δὲ ἐνδεχόμενον ὡς δυνατὸν ληπτέον.

Ὅλως γὰρ ὀλίγα τὰ ἀπὸ τῶν ἄνω μᾶλλον βλαστάνοντα καὶ γεννώμενα, καθάπερ ἄμπελος ἀπὸ τῶν κλημάτων· αὕτη γὰρ οὐκ ἀπὸ τῆς πρῴρας ἀλλ᾿ ἀπὸ τοῦ κλήματος φύεται, καὶ εἰ δή τι τοιοῦτον ἕτερον ἢ δένδρον ἢ φρυγανῶδες, ὥσπερ δοκεῖ τό τε πήγανον καὶ ἡ ἰωνία καὶ τὸ σισύμβριον καὶ ὁ ἕρπυλλος καὶ τὸ ἑλένιον. κοινοτάτη μὲν οὖν ἐστὶ πᾶσιν ἥ τε ἀπὸ τῆς παρασπάδος καὶ ἀπὸ σπέρματος. ἅπαντα γὰρ ὅσα ἔχει σπέρματα καὶ ἀπὸ σπέρματος γίνεται· ἀπὸ δὲ παρασπάδος καὶ τὴν δάφνην φασίν, ἐάν τις τὰ ἔρνη παρελὼν φυτεύσῃ. δεῖ δὲ ὑπόρριζον εἶναι μάλιστά γε τὸ παρασπώμενον ἢ ὑπόπρεμνου. οὐ μὴν ἀλλὰ καὶ ἄνευ τούτου θέλει βλαστάνειν καὶ ῥόα καὶ μηλέα ἐαρινή· βλαστάνει δὲ καὶ ἀμυγδαλῆ φυτευομένη.

κατὰ πλείστους δὲ τρόπους ὡς εἰπεῖν ἡ ἐλάα βλαστάνει· καὶ γὰρ ἀπὸ τοῦ στελέχους καὶ ἀπὸ τοῦ πρέμνου κατακοπτομένου καὶ ἀπὸ τῆς ῥίζης καὶ ἀπὸ τοῦ ξύλου καὶ ἀπὸ ῥάβδου καὶ χάρακος ὥσπερ εἴρηται. τῶν δ᾿ ἄλλων ὁ μύρρινος· καὶ γὰρ οὗτος ἀπὸ τῶν ξύλων καὶ τῶν πρέμνων [*](¹ τά γε πολλὰ πάνθ᾿ conj. Sch.; ἢ before πάνθ᾿ ins. St.; τά τε πολλὰ πάνθ᾿ Ald.) [*](2 εὐαυξεῖς conj. H; αὐξεῖς UMV Ald.) [*](3 οὐκ I conj.; οὐδ᾿ MSS.)

108
φύεται. δεῖ δὲ καὶ τούτου καὶ τῆς ἐλάας τὰ ξύλα διαιρεῖν μὴ ἐλάττω σπιθαμιαίων καὶ τὸν φλοιὸν μὴ περιαιρεῖν.

Τὰ μὲν οὖν δένδρα βλαστάνει καὶ γίνεται κατὰ τοὺς εἰρημένους τρόπους· αἱ γὰρ ἐμφυτεῖαι καὶ οἱ ἐνοφθαλμισμοὶ καθάπερ μίξεις τινές εἰσιν ἢ κατ᾿ ἄλλον τρόπον γενέσεις, περὶ ὦν ὕστερον λεκτέον.