Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Πάντα δὲ τὰ τοιαῦτα δοκεῖ καθάπερ δύο γένη ῥιζῶν ἔχειν· τοῖς δὲ καὶ ὅλως τὰ κεφαλοβαρῆ καὶ κατάρριζα πάντα· τήν τε σαρκώδη ταύτην [*](¹ The same term being applied to ‘herbaceous’ plants in general. ² Plin. 19. 98.)

46
καὶ φλοιώδη, καθάπερ ἡ σκίλλα, καὶ τὰς ἀπὸ ταύτης ἀποπεφυκυίας· οὐ γὰρ λεπτότητι καὶ παχύτητι διαφέρουσι μόνον, ὥσπερ αἱ τῶν δένδρων καὶ τῶν λαχάνων, ἀλλ᾿ ἀλλοῖον ἔχουσι τὸ γένος. ἐκφανεστάτη δ᾿ ἤδη ἥ τε τοῦ ἄρου καὶ ἡ τοῦ κυπείρου· ἡ μὲν γὰρ παχεῖα καὶ λεία καὶ σαρκώδης, ἡ δὲ λεπτὴ καὶ ἰνώδης. διόπερ ἀπορήσειεν ἄν τις εἰ ῥίζας τὰς τοιαύτας θετέον· ᾗ μὲν γὰρ κατὰ γῆς δόξαιεν ἄν, ᾗ δὲ ὑπεναντίως ἔχουσι ταῖς ἄλλαις οὐκ ἂν δόξαιεν. ἡ μὲν γὰρ ῥίζα λεπτοτέρα πρὸς τὸ πόρρω καὶ ἀεὶ σύνοξυς· ἡ δὲ τῶν σκιλλῶν καὶ τῶν βολβῶν καὶ τῶν ἄρων ἀνάπαλιν.

Ἔτι δ᾿ αἱ μὲν ἄλλαι κατὰ τὸ πλάγιον ἀφιᾶσι ῥίζας, αἱ δὲ τῶν σκιλλῶν καὶ τῶν βολβῶν οὐκ ἀφιᾶσιν· οὐδὲ τῶν σκορόδων καὶ τῶν κρομύων. ὅλως δέ γε ἐν ταύταις αἱ κατὰ μέσον ἐκ τῆς κεφαλῆς ἠρτημέναι φαίνονται ῥίζαι καὶ τρέφονται. τοῦτο δ᾿ ὥσπερ κῦμα ἢ καρπός, ὅθεν καὶ οἱ ἐγγεοτόκα λέγοντες οὐ κακῶς· ἐπὶ δὲ τῶν ἄλλων τοιοῦτο μὲν οὐδέν ἐστιν· ἐπεὶ δὲ πλεῖον ἡ φύσις ἢ κατὰ ῥίζαν ταύτῃ ἀπορίαν ἔχει. τὸ γὰρ δὴ πᾶν λέγειν τὸ κατὰ γῆς ῥίζαν οὐκ ὀρθόν· καὶ γὰρ ἂν ὁ καυλὸς τοῦ βολβοῦ καὶ ὁ τοῦ γηθύου καὶ [*](¹ τὰς conj. Sch.; τῆς Ald. H.; τήν. . . ἀποπεφυκυῖαν P.) [*](² ἀλλ᾿ ἀλλοῖον ἔχουσι conj. St.; ἀλλὰ λεῖον ἔχοντες PMV Ald.; ἀλλοῖον ἐχ. m Bas. mP from G; ἀλλ᾿ ἀλλοῖον ἔχουσαι conj. Scal. 3 cf. 4. 10. 5.) [*](4 καὶ ἀεὶ Ald. : ἀεὶ καὶ conj. W. 5 Plin. 19. 99.) [*](6 cf. the definition of ‘root,’ 1. 1. 9.) [*](7 ἐγγεότοκα λέγοντες conj. W.; cf. ἡ τῶν ἐγ εοτόκων τούτων γένεσις in Athenaeus’ citation of this paseage 2. 60) ;)

48
ὅλως ὅσα κατὰ βάθους ἐστὶν εἴησαν ἄν ῥίζαι. καὶ τὸ ὕδνον δὲ καὶ ὃ καλοῦσί τινες ἀσχίον καὶ τὸ οὕϊγγον καὶ εἴ τι ἄλλο ὑπόγειόν ἐστιν· ὧν οὐδέν ἐστι ῥίζα· δυνάμει γὰρ δεῖ φυσικῇ διαιρεῖν καὶ οὐ τόπῳ.

Τάχα δὲ τοῦτο μὲν ὀρθῶς λέγεται, ῥίζα δὲ οὐδὲν ἦττόν ἐστιν· ἀλλὰ διαφορά τις αὕτη τῶν ῥιζῶν, ὥστε τὴν μέν τινα τοιαύτην εἶναι τὴν δὲ τοιαύτην καὶ τρέφεσθαι τὴν ἑτέραν ὑπὸ τῆς ἑτέρας. καίτοι καὶ αὐταὶ αἱ σαρκώδεις ἐοίκασιν ἕλκειν. τὰς γοῦν τῶν ἄρων πρὸ τοῦ βλαστάνειν στρέφουσι καὶ γίγνονται μείζους κωλυόμεναι διαβῆναι πρὸς τὴν βλάστησιν. ἐπεὶ ὅτι γε πάντων τῶν τοιούτων ἡ φύσις ἐπὶ τὸ κάτω μᾶλλον ῥέπει φανερόν· οἱ μὲν γὰρ καυλοὶ καὶ ὅλως τὰ ἄνω βραχέα καὶ ἀσθενῆ, τὰ δὲ κάτω μεγάλα καὶ πολλὰ καὶ ἰσχυρὰ οὐ μόνον ἐπὶ τῶν εἰρημένων ἀλλὰ καὶ ἐπὶ καλάμου καὶ ἀγρώστιδος καὶ ὅλως ὅσα καλαμώδη καὶ τούτοις ὅμοια. καὶ ὅσα δὴ ναρθηκώδη, καὶ τούτων ῥίζαι μεγάλαι καὶ σαρκώδεις.

Πολλὰ δὲ καὶ τῶν ποιωδῶν ἔχει τοιαύτας ῥίζας, οἷον σπάλαξ κρόκος καὶ τὸ περδίκιον καλούμενον· καὶ γὰρ τοῦτο παχείας τε καὶ πλείους ἔχει τὰς ῥίζας ἡ φύλλα· καλεῖται δὲ περδίκιον διὰ τὸ τοὺς πέρδικας ἐγκυλιεσθαι καὶ ὀρύττειν. ὁμοίως δὲ [*](¹ βάθους conj. Sch.; βάθος Ald.) [*](2 καὶ ὃ W. after U ; καὶ om. Ald.; G omits also τὸ before οὔϊγγον, making the three plants synonymous. The passage is cited by Athen., l.c., with considerable variation.) [*](³ τοιαύτην conj. St.; τοσαύτην MSS.) [*](⁴ i.e. the fleshy root (tuber, etc.).) [*](³ i.e. the fibrous root (root proper).)

50
καὶ τὸ ἐν Αἰγύπτῳ καλούμενον οὔϊγγον· τὰ μὲν γὰρ φύλλα μεγάλα καὶ ὁ βλαστὸς αὐτοῦ βραχύς. ἡ δὲ ῥίζα μακρὰ καί ἐστιν ὥσπερ ὁ καρπός. διαφέρει τε καὶ ἐσθίεται, καὶ συλλέγουσι δὲ ὅταν ὁ ποταμὸς ἀποβῇ στρέφοντες τὰς βώλους.

φανερώτατα δὲ καὶ πλείστην ἔχοντα πρὸς τὰ ἄλλα διαφορὰν τὸ σίλφιον καὶ ἡ καλουμένη μαγύδαρις· ἀμφοτέρων γὰρ τούτων καὶ ἀπάντων τῶν τοιούτων ἐν ταῖς ῥίζαις μᾶλλον ἡ φύσις. ταῦτα μὲν οὖν ταύτῃ ληπτέα.

Ἔνιαι δὲ τῶν ῥιζῶν πλείω δόξαιεν ἂν ἔχειν διαφορὰν παρὰ τὰς εἰρημένας· οἷον αἵ τε τῆς ἀραχίδνης καὶ τοῦ ὁμοίου τῷ ἀράκῳ· φέρουσι γὰρ ἀμφότεραι καρπὸν οὐκ ἐλάττω τοῦ ἄνω· καὶ μίαν μὲν ῥίζαν τὸ ἀρακῶδες τοῦτο παχεῖαν ἔχει τὴν κατὰ βάθους, τὰς δ᾿ ἄλλας ἐφ᾿ ὧν ὁ καρπὸς λεπτοτέρας καὶ ἐπ᾿ ἄκρῳ καὶ σχιζομένας πολλαχῆ· φιλεῖ δὲ μάλιστα χωρία τὰ ὕφαμμα· φύλλον δὲ οὐδέτερον ἔχει τούτων οὐδ᾿ ὅμοια τοῖς φύλλοις, ἀλλ᾿ ὥσπερ ἀμφίκαρπα μᾶλλόν ἐστιν· ὃ καὶ φαίνεται θαυμάσιον. αἱ μὲν οὖν φύσεις καὶ δυνάμεις τοσαύτας ἔχουσι διαφοράς.

VΙΙ. Αὐξάνεσθαι δὲ πάντων δοκοῦσιν αἱ ῥίζαι πρότερον τῶν ἄνω· καὶ γὰρ φύεται εἰς βάθος· οὐδεμία δὲ καθήκει πλέον ἢ ὅσον ὁ ἥλιος ἐφικνεῖται· τὸ γὰρ θερμὸν τὸ γεννῶν· οὐ μὴν ἀλλὰ [*](¹ οὔϊγγον mBas. H.; οὔϊον MV; ουϊτον Ald.; cf. 1. 1. 7; Plin. 21. 88 (oetum).) [*](² μεγάλα: text doubtful (W.).) [*](³ διαφέρει: text doubtful (Sch.).) [*](4 στρέφοντες τὰς βώλους conj. Coraes; στέφοντες βωμούς UM VAld. 5 ἐν ins. Sch.)

52
ταῦτα μεγάλα συμβάλλεται πρὸς βαθυρριζίαν καὶ ἔτι μᾶλλον πρὸς μακρορριζίαν, ἡ τῆς χώρας φύσις ἐὰν ᾖ κούφη καὶ μανὴ καὶ εὐδίοδος· ἐν γὰρ ταῖς τοιαύταις πορρωτέρω καὶ μείζους αἱ αὐξήσεις. φανερὸν δὲ ἐπὶ τῶν ἡμερωμάτων· ἔχοντα γὰρ ὕδωρ ὁπουοῦν δίεισιν ὡς εἰπεῖν, ἐπειδὰν ὁ τόπος ᾖ κενὸς καὶ μηδὲν τὸ ἀντιστατοῦν. ἤγουν ἐν τῷ Λυκείῳ ἡ πλάτανος ἡ κατὰ τὸν ὀχετὸν ἔτι νέα οὖσα ἐπὶ τρεῖς καὶ τριάκοντα πήχεις ἀφῆκεν ἔχουσα τόπον τε ἄμα καὶ τροφήν.

Δόξειε δὲ ὡς εἰπεῖν ἡ συκῆ μακρορριζότατον εἶναι καὶ ὅλως δὲ μᾶλλον τὰ μανὰ καὶ εὐθύρριζα. πάντα δὲ τὰ νεώτερα τῶν παλαιῶν, ἐὰν εἰς ἀκμὴν ἥκωσιν, ἤδη βαθυρριζότερα καὶ μακρορριζότερα. συμφθίνουσι γὰρ καὶ αἱ ῥίζαι τῷ ἄλλῳ σώματι. πάντων δὲ ὁμοίως οἱ χυλοὶ τοῖς φυτοῖς δεινότεροι. τοῖς δὲ ὡς ἐπίπαν· δι᾿ ὃ καὶ ἐνίων πικραὶ ὧν οἱ καρποὶ γλυκεῖς· αἱ δὲ καὶ φαρμακώδεις· ἔνιαι δ᾿ εὐώδεις, ὥσπερ αἱ τῆς ἴριδος.