Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

διαφέρουσι δὲ καὶ λειότητι καὶ τραχύτητι καὶ πυκνότητι. πάντων γὰρ αἱ ῥίζαι μανότεραι τῶν ἄνω, [*](¹ μανότεραι . . . οὔ : text can hardly be sound, but sense is clear. ² i.e. homogeneous. ³ Plin. 16. 127.) [*](⁴ 3. 6. 4 seems to give a different account.) [*](5. cf. C. P. 3. 23. 5, and καρκινώδης C. P. 1. 12. 3; 3. 21. 5.)

42
πυκνότεραι δὲ ἄλλαι ἄλλων καὶ ξυλωδέστεραι· καὶ αἱ μὲν ἰνώδεις, ὡς αἱ τῆς ἐλάτης, αἱ δὲ σαρκώδεις μᾶλλον, ὥσπερ αἱ τῆς δρυός, αἱ δὲ οἷον ὀζώδεις καὶ θυσανώδεις, ὥσπερ αἱ τῆς ἐλάας· τοῦτο δὲ ὅτι τὰς λεπτὰς καὶ μικρὰς πολλὰς ἔχουσι καὶ ἀθρόας· ἐπεὶ πᾶσαί γε καὶ ταύτας ἀποφύουσιν ἀπὸ τῶν μεγάλων ἀλλ᾿ οὐχ ὁμοίως ἀθρόας καὶ πολλάς.

Ἔστι δὲ καὶ τὰ μὲν βαθύρριζα, καθάπερ δρῦς. τὰ δ᾿ ἐπιπολαιόρριζα, καθάπερ ἐλάα ῥοιὰ μηλέα κυπάριττος. ἔτι δὲ αἱ μὲν εὐθεῖαι καὶ ὁμαλεῖς, αἱ δὲ σκολιαὶ καὶ παραλλάττουσαι· τοῦτο γὰρ οὐ μόνον συμβαίνει διὰ τοὺς τόπους τῷ μὴ εὐοδεῖν ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς ἐστιν, ὥσπερ ἐπὶ τῆς δάφνης καὶ τῆς ἐλάας· ἡ δὲ συκῆ καὶ τὰ τοιαῦτα σκολιοῦται διὰ τὸ μὴ εὐοδεῖν.

Ἅπασαι δ᾿ ἔμμητροι καθάπερ καὶ τὰ στελέχη καὶ οἱ ἀκρεμόνες· καὶ εὔλογον ἀπὸ τῆς ἀρχῆς. εἰσὶ δὲ καὶ αἱ μὲν παραβλαστητικαὶ εἰς τὸ ἄνω, καθάπερ ἀμπέλου ῥόας, αἱ δὲ ἀπαράβλαστοι. καθάπερ ἐλάτης κυπαρίττου πεύκης. αἱ αὐταὶ δὲ διαφοραὶ καὶ τῶν φρυγανικῶν καὶ τῶν ποιωδῶν καὶ τῶν ἄλλων· πλὴν εἰ ὅλως ἔνια μὴ ἔχει. καθάπερ ὕδνον μύκης πέζις κεραύνιον. τὰ μὲν πολύρριζα καθάπερ πυρὸς τίφη κριθή, πᾶν τὸ τοιοῦτο, καθάπερ εἰκαζούσαις· τὰ δ᾿ ὀλιγόρριζα καθάπερ τὰ χεδροπά.

σχεδὸν δὲ καὶ τῶν λαχανωδῶν τὰ πλεῖστα μονόρριζα, οἷον ῥάφανος [*](¹ πέζις κεραύνιον : πύξος κρανίον UMV Ald.; πέζις conj Sch. from Athen. 2. 59: κεραύνιον conj. W. cf. Plin. 3. 36 and 37, Juv. 5. 117. ² εἰκαζούσαις : word corrupt; so UMV Ald.) [*](3 Plin. 19. 98.)

44
τεῦτλον σέλινον λάπαθος· πλὴν ἔνια καὶ ἀποφυάδας ἔχει μεγάλας, οἷον τὸ σέλινον καὶ τὸ τεῦτλον· καὶ ὡς ἂν κατὰ λόγον ταῦτα βαθυρριζότερα τῶν δένδρων. εἰσὶ δὲ τῶν μὲν σαρκώδεις, καθάπερ ῥαφανίδος γογγυλίδος ἄρου κρόκου· τῶν δὲ ξυλώδεις, οἶον εὐζώμου ὠκίμου· καὶ τῶν ἀγρίων δὲ τῶν πλείστων, ὅσων μὴ εὐθὺς πλείους καὶ σχιζόμεναι, καθάπερ πυροῦ κριθῆς καὶ τῆς καλουμένης πόας. αὕτη γὰρ ἐν τοῖς ἐπετείοις καὶ ἐν τοῖς ποιώδεσιν ἡ διαφορὰ τῶν ῥιζῶν ὥστε τὰς μὲν εὐθὺς σχίζεσθαι πλείους οὔσας καὶ ὁμαλεῖς, τῶν δὲ ἄλλων μίαν ἢ δύο τὰς μεγίστας καὶ ἄλλας ἀπὸ τούτων.

Ὅλως δὲ πλείους αἱ διαφοραὶ τῶν ῥιζῶν ἐν τοῖς ὑλήμασι καὶ λαχανώδεσιν· εἰσὶ γὰρ αἱ μέν ξυλώδεις, ὥσπερ αἱ τοῦ ὠκίμου· αἱ δὲ σαρκώδεις. ὧσπερ αἱ τοῦ τεύτλου καὶ ἔτι δὴ μᾶλλον τοῦ ἄρου καὶ ἀσφοδέλου καὶ κρόκου· αἱ δὲ ὤσπερ ἐκ φλοιοῦ καὶ σαρκός, ὥσπερ αἱ τῶν ῥαφανίδων καὶ γογγυλίδων· αἱ δὲ γονατώδεις, ὥσπερ αἱ τῶν καλάμων καὶ ἀγρώστεων καὶ εἴ τι καλαμῶδες, καὶ μόναι δὴ αὗται ἢ μάλισθ᾿ ὅμοιαι τοῖς ὑπὲρ γῆς· ὥσπερ γὰρ κάλαμοί εἰσιν ἐρριζωμένοι ταῖς λεπταῖς. αἱ δὲ λεπυρώδεις ἢ φλοιώδεις, οἷον αἵ τε τῆς σκίλλης καὶ τοῦ βολβοῦ καὶ ἔτι κρομύου καὶ τῶν τούτοις ὁμοίων. αἰεὶ γὰρ ἔστι περιαιρεῖν αὐτῶν.

Πάντα δὲ τὰ τοιαῦτα δοκεῖ καθάπερ δύο γένη ῥιζῶν ἔχειν· τοῖς δὲ καὶ ὅλως τὰ κεφαλοβαρῆ καὶ κατάρριζα πάντα· τήν τε σαρκώδη ταύτην [*](¹ The same term being applied to ‘herbaceous’ plants in general. ² Plin. 19. 98.)

46
καὶ φλοιώδη, καθάπερ ἡ σκίλλα, καὶ τὰς ἀπὸ ταύτης ἀποπεφυκυίας· οὐ γὰρ λεπτότητι καὶ παχύτητι διαφέρουσι μόνον, ὥσπερ αἱ τῶν δένδρων καὶ τῶν λαχάνων, ἀλλ᾿ ἀλλοῖον ἔχουσι τὸ γένος. ἐκφανεστάτη δ᾿ ἤδη ἥ τε τοῦ ἄρου καὶ ἡ τοῦ κυπείρου· ἡ μὲν γὰρ παχεῖα καὶ λεία καὶ σαρκώδης, ἡ δὲ λεπτὴ καὶ ἰνώδης. διόπερ ἀπορήσειεν ἄν τις εἰ ῥίζας τὰς τοιαύτας θετέον· ᾗ μὲν γὰρ κατὰ γῆς δόξαιεν ἄν, ᾗ δὲ ὑπεναντίως ἔχουσι ταῖς ἄλλαις οὐκ ἂν δόξαιεν. ἡ μὲν γὰρ ῥίζα λεπτοτέρα πρὸς τὸ πόρρω καὶ ἀεὶ σύνοξυς· ἡ δὲ τῶν σκιλλῶν καὶ τῶν βολβῶν καὶ τῶν ἄρων ἀνάπαλιν.

Ἔτι δ᾿ αἱ μὲν ἄλλαι κατὰ τὸ πλάγιον ἀφιᾶσι ῥίζας, αἱ δὲ τῶν σκιλλῶν καὶ τῶν βολβῶν οὐκ ἀφιᾶσιν· οὐδὲ τῶν σκορόδων καὶ τῶν κρομύων. ὅλως δέ γε ἐν ταύταις αἱ κατὰ μέσον ἐκ τῆς κεφαλῆς ἠρτημέναι φαίνονται ῥίζαι καὶ τρέφονται. τοῦτο δ᾿ ὥσπερ κῦμα ἢ καρπός, ὅθεν καὶ οἱ ἐγγεοτόκα λέγοντες οὐ κακῶς· ἐπὶ δὲ τῶν ἄλλων τοιοῦτο μὲν οὐδέν ἐστιν· ἐπεὶ δὲ πλεῖον ἡ φύσις ἢ κατὰ ῥίζαν ταύτῃ ἀπορίαν ἔχει. τὸ γὰρ δὴ πᾶν λέγειν τὸ κατὰ γῆς ῥίζαν οὐκ ὀρθόν· καὶ γὰρ ἂν ὁ καυλὸς τοῦ βολβοῦ καὶ ὁ τοῦ γηθύου καὶ [*](¹ τὰς conj. Sch.; τῆς Ald. H.; τήν. . . ἀποπεφυκυῖαν P.) [*](² ἀλλ᾿ ἀλλοῖον ἔχουσι conj. St.; ἀλλὰ λεῖον ἔχοντες PMV Ald.; ἀλλοῖον ἐχ. m Bas. mP from G; ἀλλ᾿ ἀλλοῖον ἔχουσαι conj. Scal. 3 cf. 4. 10. 5.) [*](4 καὶ ἀεὶ Ald. : ἀεὶ καὶ conj. W. 5 Plin. 19. 99.) [*](6 cf. the definition of ‘root,’ 1. 1. 9.) [*](7 ἐγγεότοκα λέγοντες conj. W.; cf. ἡ τῶν ἐγ εοτόκων τούτων γένεσις in Athenaeus’ citation of this paseage 2. 60) ;)

48
ὅλως ὅσα κατὰ βάθους ἐστὶν εἴησαν ἄν ῥίζαι. καὶ τὸ ὕδνον δὲ καὶ ὃ καλοῦσί τινες ἀσχίον καὶ τὸ οὕϊγγον καὶ εἴ τι ἄλλο ὑπόγειόν ἐστιν· ὧν οὐδέν ἐστι ῥίζα· δυνάμει γὰρ δεῖ φυσικῇ διαιρεῖν καὶ οὐ τόπῳ.