Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

διαφέρουσι δὲ καὶ λειότητι καὶ τραχύτητι καὶ πυκνότητι. πάντων γὰρ αἱ ῥίζαι μανότεραι τῶν ἄνω, [*](¹ μανότεραι . . . οὔ : text can hardly be sound, but sense is clear. ² i.e. homogeneous. ³ Plin. 16. 127.) [*](⁴ 3. 6. 4 seems to give a different account.) [*](5. cf. C. P. 3. 23. 5, and καρκινώδης C. P. 1. 12. 3; 3. 21. 5.)

42
πυκνότεραι δὲ ἄλλαι ἄλλων καὶ ξυλωδέστεραι· καὶ αἱ μὲν ἰνώδεις, ὡς αἱ τῆς ἐλάτης, αἱ δὲ σαρκώδεις μᾶλλον, ὥσπερ αἱ τῆς δρυός, αἱ δὲ οἷον ὀζώδεις καὶ θυσανώδεις, ὥσπερ αἱ τῆς ἐλάας· τοῦτο δὲ ὅτι τὰς λεπτὰς καὶ μικρὰς πολλὰς ἔχουσι καὶ ἀθρόας· ἐπεὶ πᾶσαί γε καὶ ταύτας ἀποφύουσιν ἀπὸ τῶν μεγάλων ἀλλ᾿ οὐχ ὁμοίως ἀθρόας καὶ πολλάς.

Ἔστι δὲ καὶ τὰ μὲν βαθύρριζα, καθάπερ δρῦς. τὰ δ᾿ ἐπιπολαιόρριζα, καθάπερ ἐλάα ῥοιὰ μηλέα κυπάριττος. ἔτι δὲ αἱ μὲν εὐθεῖαι καὶ ὁμαλεῖς, αἱ δὲ σκολιαὶ καὶ παραλλάττουσαι· τοῦτο γὰρ οὐ μόνον συμβαίνει διὰ τοὺς τόπους τῷ μὴ εὐοδεῖν ἀλλὰ καὶ τῆς φύσεως αὐτῆς ἐστιν, ὥσπερ ἐπὶ τῆς δάφνης καὶ τῆς ἐλάας· ἡ δὲ συκῆ καὶ τὰ τοιαῦτα σκολιοῦται διὰ τὸ μὴ εὐοδεῖν.

Ἅπασαι δ᾿ ἔμμητροι καθάπερ καὶ τὰ στελέχη καὶ οἱ ἀκρεμόνες· καὶ εὔλογον ἀπὸ τῆς ἀρχῆς. εἰσὶ δὲ καὶ αἱ μὲν παραβλαστητικαὶ εἰς τὸ ἄνω, καθάπερ ἀμπέλου ῥόας, αἱ δὲ ἀπαράβλαστοι. καθάπερ ἐλάτης κυπαρίττου πεύκης. αἱ αὐταὶ δὲ διαφοραὶ καὶ τῶν φρυγανικῶν καὶ τῶν ποιωδῶν καὶ τῶν ἄλλων· πλὴν εἰ ὅλως ἔνια μὴ ἔχει. καθάπερ ὕδνον μύκης πέζις κεραύνιον. τὰ μὲν πολύρριζα καθάπερ πυρὸς τίφη κριθή, πᾶν τὸ τοιοῦτο, καθάπερ εἰκαζούσαις· τὰ δ᾿ ὀλιγόρριζα καθάπερ τὰ χεδροπά.

σχεδὸν δὲ καὶ τῶν λαχανωδῶν τὰ πλεῖστα μονόρριζα, οἷον ῥάφανος [*](¹ πέζις κεραύνιον : πύξος κρανίον UMV Ald.; πέζις conj Sch. from Athen. 2. 59: κεραύνιον conj. W. cf. Plin. 3. 36 and 37, Juv. 5. 117. ² εἰκαζούσαις : word corrupt; so UMV Ald.) [*](3 Plin. 19. 98.)

44
τεῦτλον σέλινον λάπαθος· πλὴν ἔνια καὶ ἀποφυάδας ἔχει μεγάλας, οἷον τὸ σέλινον καὶ τὸ τεῦτλον· καὶ ὡς ἂν κατὰ λόγον ταῦτα βαθυρριζότερα τῶν δένδρων. εἰσὶ δὲ τῶν μὲν σαρκώδεις, καθάπερ ῥαφανίδος γογγυλίδος ἄρου κρόκου· τῶν δὲ ξυλώδεις, οἶον εὐζώμου ὠκίμου· καὶ τῶν ἀγρίων δὲ τῶν πλείστων, ὅσων μὴ εὐθὺς πλείους καὶ σχιζόμεναι, καθάπερ πυροῦ κριθῆς καὶ τῆς καλουμένης πόας. αὕτη γὰρ ἐν τοῖς ἐπετείοις καὶ ἐν τοῖς ποιώδεσιν ἡ διαφορὰ τῶν ῥιζῶν ὥστε τὰς μὲν εὐθὺς σχίζεσθαι πλείους οὔσας καὶ ὁμαλεῖς, τῶν δὲ ἄλλων μίαν ἢ δύο τὰς μεγίστας καὶ ἄλλας ἀπὸ τούτων.

Ὅλως δὲ πλείους αἱ διαφοραὶ τῶν ῥιζῶν ἐν τοῖς ὑλήμασι καὶ λαχανώδεσιν· εἰσὶ γὰρ αἱ μέν ξυλώδεις, ὥσπερ αἱ τοῦ ὠκίμου· αἱ δὲ σαρκώδεις. ὧσπερ αἱ τοῦ τεύτλου καὶ ἔτι δὴ μᾶλλον τοῦ ἄρου καὶ ἀσφοδέλου καὶ κρόκου· αἱ δὲ ὤσπερ ἐκ φλοιοῦ καὶ σαρκός, ὥσπερ αἱ τῶν ῥαφανίδων καὶ γογγυλίδων· αἱ δὲ γονατώδεις, ὥσπερ αἱ τῶν καλάμων καὶ ἀγρώστεων καὶ εἴ τι καλαμῶδες, καὶ μόναι δὴ αὗται ἢ μάλισθ᾿ ὅμοιαι τοῖς ὑπὲρ γῆς· ὥσπερ γὰρ κάλαμοί εἰσιν ἐρριζωμένοι ταῖς λεπταῖς. αἱ δὲ λεπυρώδεις ἢ φλοιώδεις, οἷον αἵ τε τῆς σκίλλης καὶ τοῦ βολβοῦ καὶ ἔτι κρομύου καὶ τῶν τούτοις ὁμοίων. αἰεὶ γὰρ ἔστι περιαιρεῖν αὐτῶν.