Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
φανερώτατα δὲ καὶ πλείστην ἔχοντα πρὸς τὰ ἄλλα διαφορὰν τὸ σίλφιον καὶ ἡ καλουμένη μαγύδαρις· ἀμφοτέρων γὰρ τούτων καὶ ἀπάντων τῶν τοιούτων ἐν ταῖς ῥίζαις μᾶλλον ἡ φύσις. ταῦτα μὲν οὖν ταύτῃ ληπτέα.
Ἔνιαι δὲ τῶν ῥιζῶν πλείω δόξαιεν ἂν ἔχειν διαφορὰν παρὰ τὰς εἰρημένας· οἷον αἵ τε τῆς ἀραχίδνης καὶ τοῦ ὁμοίου τῷ ἀράκῳ· φέρουσι γὰρ ἀμφότεραι καρπὸν οὐκ ἐλάττω τοῦ ἄνω· καὶ μίαν μὲν ῥίζαν τὸ ἀρακῶδες τοῦτο παχεῖαν ἔχει τὴν κατὰ βάθους, τὰς δ᾿ ἄλλας ἐφ᾿ ὧν ὁ καρπὸς λεπτοτέρας καὶ ἐπ᾿ ἄκρῳ καὶ σχιζομένας πολλαχῆ· φιλεῖ δὲ μάλιστα χωρία τὰ ὕφαμμα· φύλλον δὲ οὐδέτερον ἔχει τούτων οὐδ᾿ ὅμοια τοῖς φύλλοις, ἀλλ᾿ ὥσπερ ἀμφίκαρπα μᾶλλόν ἐστιν· ὃ καὶ φαίνεται θαυμάσιον. αἱ μὲν οὖν φύσεις καὶ δυνάμεις τοσαύτας ἔχουσι διαφοράς.
VΙΙ. Αὐξάνεσθαι δὲ πάντων δοκοῦσιν αἱ ῥίζαι πρότερον τῶν ἄνω· καὶ γὰρ φύεται εἰς βάθος· οὐδεμία δὲ καθήκει πλέον ἢ ὅσον ὁ ἥλιος ἐφικνεῖται· τὸ γὰρ θερμὸν τὸ γεννῶν· οὐ μὴν ἀλλὰ [*](¹ οὔϊγγον mBas. H.; οὔϊον MV; ουϊτον Ald.; cf. 1. 1. 7; Plin. 21. 88 (oetum).) [*](² μεγάλα: text doubtful (W.).) [*](³ διαφέρει: text doubtful (Sch.).) [*](4 στρέφοντες τὰς βώλους conj. Coraes; στέφοντες βωμούς UM VAld. 5 ἐν ins. Sch.)
Δόξειε δὲ ὡς εἰπεῖν ἡ συκῆ μακρορριζότατον εἶναι καὶ ὅλως δὲ μᾶλλον τὰ μανὰ καὶ εὐθύρριζα. πάντα δὲ τὰ νεώτερα τῶν παλαιῶν, ἐὰν εἰς ἀκμὴν ἥκωσιν, ἤδη βαθυρριζότερα καὶ μακρορριζότερα. συμφθίνουσι γὰρ καὶ αἱ ῥίζαι τῷ ἄλλῳ σώματι. πάντων δὲ ὁμοίως οἱ χυλοὶ τοῖς φυτοῖς δεινότεροι. τοῖς δὲ ὡς ἐπίπαν· δι᾿ ὃ καὶ ἐνίων πικραὶ ὧν οἱ καρποὶ γλυκεῖς· αἱ δὲ καὶ φαρμακώδεις· ἔνιαι δ᾿ εὐώδεις, ὥσπερ αἱ τῆς ἴριδος.
Ἰδία δὲ ῥίζης φύσις καὶ δύναμις ἡ τῆς Ἰνδικῆς συκῆς· ἀπὸ γὰρ τῶν βλαστῶν ἀφίησι, μέχρι οὗ ἂν συνάψῃ τῇ γῇ καὶ ῥιζωθῇ, καὶ γίνεται περὶ τὸ δένδρον κύκλῳ συνεχὲς τὸ τῶν ῥιζῶν οὐχ ἁπτόμενον τοῦ στελέχους ἀλλ᾿ ἀφεστηκός.
[*](¹ ταῦτα before μέγαλα om. W.)[*](² ἡμερωμάτων conj. Sch.; ἡμερωτάτων UP2Ald.: cf. C. P. 5. 6. 8.)[*](³ ὁπουοῦν MSS.; ὁποσονοῦν conj. W. from G, in quantum libeat. 4 ἐπειδὰν conj. Sch.; ἐπεὶ κἂν UMVPAld.)[*](5 Quoted by Varro, 1. 37. 5.)[*](6 conj. Sch.; παρὰ P2; περὶ Ald.)[*](7 συμφθίνουσι: συμφωνοῦσι conj. St.)Παραπλήσιον δὲ τούτῳ μᾶλλον δὲ τρόπον τινὰ θαυμασιώτερον εἴ τι ἐκ τῶν φύλλων ἀφίησι ῥίζαν, οἷόν φασι περὶ Ὀποῦντα ποιάριον εἶναι, ὃ και ἐσθίεσθαί ἐστιν ἡδύ. τὸ γὰρ αὖ τῶν θέρμων θαυμαστὸν ἧττον, ὅτι ἂν ἐν ὕλῃ βαθείᾳ σπαρῇ διείρει τὴν ῥίζαν πρὸς τὴν γῆν καὶ βλαστάνει διὰ τὴν ἰσχύν. ἀλλὰ δὴ τὰς μὲν τῶν ῥιζῶν διαφορὰς ἐκ τούτων θεωρητέον.
VIII. Τῶν δένδρων τὰς τοιαύτας ἄν τις λάβοι διαφοράς. ἔστι γὰρ τὰ μὲν ὀζώδη τὰ δ᾿ ἄνοζα καὶ φύσει καὶ τόπῳ κατὰ τὸ μᾶλλον καὶ ἧττον. ἄνοζα δὲ λέγω οὐχ ὥστε μὴ ἔχειν ὅλω—οὐδὲν γὰρ τοιοῦτο δένδρον, ἀλλ᾿ εἴπερ, ἐπὶ τῶν ἄλλων οἷον σχοῖνος τύφη κύπειρος ὅλως ἐπὶ τῶν λιμνωδῶν—ἀλλ᾿ ὥστε ὀλίγους ἔχειν. φύσει μὲν οἷον ἀκτὴ δάφνη συκῆ ὅλως πάντα τὰ λειόφλοια καὶ ὅσα κοῖλα καὶ μανά. ὀζῶδες δὲ ἐλάα πεύκη κότινος· τούτων δὲ τὰ μὲν ἐν παλισκίοις καὶ νηνέμοις καὶ ἐφύδροις, τὰ δὲ ἐν εὐηλίοις καὶ χειμερίοις καὶ πνευματώδεσι καὶ λεπτοῖς καὶ ξηροῖς· τὰ μὲν γὰρ ἀνοζότερα, τὰ δὲ ὀζωδέστερα τῶν [*](¹ τι conj. W.: τις MSS. ² Plin. 21. 104.) [*](3 cf. 8. 11. 8; Plin. 18. 133 and 134.) [*](4 διείρει conj. Sch.; διαιρεῖ P2Ald.; C. P. 2. 17. 7.) [*](5 ὔζος is the knot and the bough starting from it: cf. Arist. de iuv et sen. 3.) [*](6 ἐπὶ τῶν conj. Coraes; ἡ τῶν UM; ἦττον (erased) P (ἐκ τῶν marg.) ῆττον Ald.)
Ἔτι δὲ κατὰ τὴν φυτείαν τὰ μὲν πυκνὰ ἄνοζα καὶ ὀρθά, τὰ δὲ μανὰ ὀζωδέστερα καὶ σκολιώτερα· συμβαίνει γὰρ ὥστε τὰ μὲν ἐν παλισκίῳ εἶναι τὰ δὲ ἐν εὐηλίῳ. καὶ τὰ ἄρρενα δὲ τῶν θηλειῶν ὀζωδέστερα ἐν οἷς ἐστιν ἄμφω, οἷον κυπάριττος ἐλάτη ὀστρυῒς κρανεία· καλοῦσι γὰρ γένος τι θηλυκρανείαν· καὶ τὰ ἄγρια δὲ τῶν ἡμέρων, καὶ ἀπλῶς καὶ τὰ ὑπὸ ταὐτὸ γένος, οἷον κότινος ἐλάας καὶ ἐρινὸς συκῆς καὶ ἀχρὰς ἀπίου. πάντα γὰρ ταῦτα ὀζωδέστερα· καὶ ὡς ἐπὶ τὸ πολὺ πάντα τὰ πυκνὰ τῶν μανῶν· καὶ γὰρ τὰ ἄρρενα πυκνότερα καὶ τὰ ἄγρια· πλὴν εἴ τι διὰ πυκνότητα παντελῶς ἄνοζον ἢ ὀλίγοζον, οἷον πύξος λωτός.
Εἰσὶ δὲ τῶν μὲν ἄτακτοι καὶ ὡς ἔτυχεν οἱ ὄζοι, τῶν δὲ τεταγμένοι καὶ τῷ διαστήματι καὶ τῷ πλήθει καθάπερ εἴρηται· δι᾿ ὃ καὶ ταξιόζωτα ταῦτα καλοῦσιν. τῶν μὲν γὰρ οἷον δι᾿ ἴσου τῶν δὲ μεῖζον αἰεὶ τὸ πρὸς τῷ πάχει. καὶ τοῦτο κατὰ λόγον. ὅπερ μάλιστα ἔνδηλον καὶ ἐν τοῖς κοτίνοις καὶ ἐν τοῖς καλάμοις· τὸ γὰρ γόνυ καθάπερ ὄζος. καὶ οἱ μὲν κατ᾿ ἀλλήλους, ὥσπερ οἱ τῶν [*](1 Plin. 16. 125. ² 1. 8. 1.) [*](3 ταιόζωτα conj. W.; ἀξιολογώτατα Ald.; cf. ταξίφυλλος, 1. 10. 8. 4 Plin. 16. 122.)