De signis tempestatum

Theophrastus

Theophrastus, Concerning Weather Signs, Hort, Harvard, 1927

Μετοπώρῳ ἐὰν πρόβατα ἢ βόες ὀρύττωσι καὶ κοιμῶνται ἀθρόοι πρὸς ἀλλήλους ἔχοντες τὰς κεφαλάς, τὸν χειμῶνα χειμέριον σημαίνει. ἐν δὲ τῷ Πόντῳ φασίν, ὅταν Ἀρκτοῦρος ἀνατείλῃ θᾶττον, ἐναντίους τῷ βορρᾷ νέμεσθαι. βόες μᾶλλον ἐσθίοντες τοῦ εἰωθότος καὶ ἐπὶ τὸ δεξιὸν κατακλινόμενοι χειμέριον. καὶ ὦτα κρούων ὄνος χειμέριον· καὶ μαχόμενα πρόβατα καὶ ὄρνιθες περὶ σίτου παρὰ τὸ ἔθος· προπαρασκευάζονται γάρ· καὶ μῦες τρίζοντες καὶ ὀρχούμενοι χειμέριον.

Καὶ κύων τοῖς ποσὶν ὀρύττουσα καὶ ὀλολυγὼν ᾄδουσα μόνη ἀκρωρίας χειμέριον. γῆς ἔντερα πολλὰ φαινόμενα χειμῶνα σημαίνει. καὶ ἐὰν πῦρ μὴ θέλῃ ἅπτεσθαι, χειμέριον· καὶ ἐὰν λύχνος ἅπτεσθαι μὴ ἐθέλῃ, χειμῶνα σημαίνει· καὶ τέφρα πηγνυμένη νιφετόν. λύχνος εὐδίας ἡσυχαῖος καιόμενος χειμῶνα σημαίνει· καὶ ἐὰν χειμῶνος ὄντος μύκαι μέλαιναι ἐπιγίνωνται, χειμῶνα σημαίνει· καὶ ἐὰν ὥσπερ κέγχροις πολλοῖς κατάπλεως [*](¹ τευθίδες. The word is perhaps corrupt and conceals the name of a bird) [*](2 cf. 21, 29. πολύπλοκον is Furlanus’ conj. for Vulg. πολύποδον.) [*](³ πνεύμονες. Plin. 18. 359. pulmones: cf. 9. 154.)

422
ᾖ, χειμερίσει· καὶ ἐὰν κύκλῳ περὶ τὸ λαμπρὸν ὦσιν εὐδίας οὔσης, χιονικόν.

Ἡ τοῦ ὄνου Φάτνη εἰ συνίσταται καὶ ζοφερὰ γίνεται, χειμῶνα σημαίνει. καὶ ἐὰν ἀστραπὴ λαμπρὰ μὴ ἐν τῷ αὐτῷ μένῃ, χειμέριον. ἐπὶ Πλειάδι δυομένῃ ἐὰν λάμψῃ κατὰ Πάρνηθα καὶ Bρίληττον καὶ Ὕμηττον, ἐὰν μὲν ἅπαντα καταλάμψῃ. μέγαν χειμῶνα σημαίνει, ἐὰν δὲ τὰ δύο, ἐλάττω, ἐὰν δὲ Πάρνηθα μόνον, εὐδιεινόν· καὶ ἐὰν χειμῶνος ὄντος νεφέλη μακρὰ ἐπὶ τὸν Ὕμηττον ᾖ, χειμῶνος ἐπίτασιν σημαίνει. Ἄθως καὶ Ὄλυμπος καὶ ὅλως ὀρέων κορυφαὶ κατεχόμεναι ὑπὸ νεφελῶν χειμέριον. ἐὰν εὐδίας γινομένης νεφέλιον φαίνηται ἐν τῷ ἀέρι παρατεταμένον καὶ τιλλόμενον, οὔπω παύεται ὁ χειμών.

Ἐὰν τὸ μετόπωρον εὐδιεινὸν παρὰ τὸ εἰκὸς γένηται, τὸ ἔαρ γίνεται ψυχρὸν ὡς τὰ πολλά. ἐὰν πρωὶ χειμάζειν ἄρξηται, πρωῒ παύεται καὶ ἔαρ καλόν, ἐὰν δὲ τοὐναντίον, καὶ ἔαρ ὄψιον ἔσται. ἐὰν χειμὼν ὑέτιος, τὸ ἔαρ αὐχμηρόν, ἐὰν δ᾿ αὐχμηρὸς ὁ χειμών, τὸ ἔαρ καλόν. ἐὰν ἡ ὄπωρα γίνηται ἐπιεικής, τὰ πολλὰ γίνεται τοῖς προβάτοις λιμός. ἐὰν τὸ ἔαρ καὶ τὸ θέρος ψυχρὰ γίνηται, ἥ τε ὄπωρα γίνεται καὶ μετόπωρον πνιγηρὸν καὶ οὐκ ἀνεμῶδες.

Οἱ πρῖνοι ἐὰν εὐκαρπῶσι, χειμῶνες πολλοὶ σφόδρα γίνονται. ἐὰν ἐπὶ κορυφῆς ὄρους νέφος ὀρθὸν στῇ, χειμῶνα σημαίνει, ὅθεν καὶ Ἀρχίλοχος ἐποίησε “ Γλαῦχ᾿ ὅρα· βαθὺς γὰρ ἤδη κύμασιν [*](¹ ὄνου φάτνη. cf. 23, 51. See LS, s.ν. ὄνοs ; Theocr. 22.) [*](21. Plin. 18. 353, sunt in signo Cancri duae stellae parvae)

424
ταράσσεται Πόντος ἀμφὶ δ᾿ ἄκρα Γυρῶν ὀρθὸν ἵσταται νέφος Σῆμα χειμῶνος.” ἐὰν δ᾿ ὁμόχρων ᾖ ὑμένι λευκῷ, χειμέριον. ὅταν ἑστώτων νεφῶν ἕτερα ἐπιφέρηται τὰ δ᾿ ἠρεμῇ, χειμέρια.

Ὁ ἥλιος ἐὰν χειμῶνος διαλάμψας πάλιν ἀποκρυφθῇ καὶ τοῦτο ποιήσῃ δὶς ἢ τρίς, ἡμέρα χειμέριος δίεισιν. ὁ τοῦ Ἑρμοῦ ἀστὴρ χειμῶνος μὲν φαινόμενος ψύχη σημαίνει θέρους δὲ καῦμα. ὅταν μέλιτται μὴ ἀποπέτωνται μακρὰν ἀλλ᾿ αὐτοῦ ἐν τῇ εὐδίᾳ πέτωνται, χειμῶνα ἐσόμενον σημαίνει. λύκος ὠρυόμενοος χειμῶνα σημαίνει διὰ τριῶν ἡμερῶν. λύκος ὅταν πρὸς τὰ ἔργα ὁρμᾷ ἢ εἴσω χειμῶνος ὥρᾳ, χειμῶνα σημαίνει εὐθύς.

Ἔστι δὲ σημεῖον χειμώνων μεγάλων καὶ ὄμβρων καὶ ὅταν γένωνται ἐν τῷ μετοπώρῳ πολλοὶ σφῆκες, καὶ ὅταν ὄρνιθες λευκοὶ πρὸς τὰ ἐργάσιμα πλησιάζωσι, καὶ ὅλως τὰ ἄγρια θηρία ἐὰν πρὸς τὰ ἐργάσιμα, βόρειον καὶ χειμῶνος μέγεθος σημαίνει. τῆς Πάρνηθος ἐὰν τὰ πρὸς ζέφυρον ἄνεμον καὶ τὰ πρὸς Φύλης φράττηται νέφεσι βορείων ὄντων, χειμέριον τὸ σημεῖον.

Ὅταν πνίγη γίνηται ἰσχυρά, ὡς τὰ πολλὰ ἀνταποδίδωσι καὶ γίνεται χειμὼν ἰσχυρός. ἐὰν ὕδατα ἐαρινὰ πολλὰ γένηται, καύματα ἰσχυρὰν ἐν τοῖς πεδινοῖς καὶ κοίλοις γίνεται. δεῖ οὖν τὴν ἀρχὴν ὁρᾶν. ἐὰν τὸ μετόπωρον εὐδιεινὸν γίνηται [*](¹ Γυρῶν. γυροῦν W, Heraclides gives γυρεὸν, Plut. γυρεῦον; but one MS. of Plut. gives γύρων with a marginal gloss ‘sc. πετρῶν,’ which suggests that the word is a proper name. Od. 4. 500 mentions the Γὐραι (i.e. the ‘round-backed rocks’))

426
σφόδρα, τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται ψυχρόν· ἐὰν δὲ τὸ ἔαρ ὄψιον γένηται καὶ ψυχρόν, ἡ ὄπωρα ὀψία γίνεται καὶ τὸ μετόπωρον ὡς τὰ πολλὰ πνιγηρόν.

Οἱ πρῖνοι ὅταν εὐκαρπῶσι σφόδρα, ὡς μὲν τὰ πολλὰ χειμῶνα ἰσχυρὸν σημαίνουσιν, ἐνίοτε δὲ καὶ αὐχμούς φασι γίνεσθαι. καὶ ἐάν τις σπάλακα λαβὼν ὑποπάσας ἄργιλον εἰς πιθάκνην θῇ, σημαίνει ταῖς φωναῖς αἷς ἀφίησιν ἄνεμον καὶ εὐδίαν. καὶ τὸ πανταχοῦ δὲ λεγόμενον σημεῖον δημόσιον χειμέριον, ὅταν μῦες περὶ φορυτοῦ μάχωνται καὶ φέρωσιν.

IV. Εὐδίας δὲ σημεῖα τάδε. ἥλιος μὲν ἀνιὼν λαμπρὸς καὶ μὴ καυματίας καὶ μὴ ἔχων σημεῖον μηδὲν ἐν ἑαυτῷ εὐδίαν σημαίνει. ὡς δ᾿ αὕτως σελήνη πανσελήνῳ. καὶ δυόμενος ἥλιος χειμῶνος εἰς καθαρὸν εὐδιεινός, ἐὰν μὴ ταῖς προτέραις ἡμέραις εἰς μὴ καθαρὸν δεδυκὼς ἐξ εὐδιῶν· οὕτω δὲ ἄδηλον. καὶ ἐὰν χειμάζοντος ἡ δύσις γένηται εἰς καθαρόν, εὐδιεινόν· καὶ ἐὰν δύνων χειμῶνος ὠχρὸς ᾖ, εὐδίαν σημαίνει.

Καὶ ὁ μεὶς ἐὰν τριταῖος ὢν λαμπρὸς ᾖ, εὐδιεινόν. καὶ ἡ τοῦ ὄνου Φάτνη ὅτε ἂν καθαρὰ καὶ λαμπρὰ φαίνηται, εὐδιεινόν. ἅλως δὲ ἐὰν ὁμαλῶς [*](¹ τὸ add. Sch. ² cf. 45.) [*](3 σπάλακα Vulg.; σπάκα Bas. Ald.; σκολόπακα (woodcock ?) conj. Furl.) [*](4 i. e. (reading σκολόπακα) for the bird to find worms in with its long beak (Sch.). It is hard to say, without illus-)

428
παγῇ καὶ μαρανθῇ, εὐδίαν σημαίνει. αἱ κηλάδες νεφέλαι χειμῶνος εὐδιειναί. Ὄλυμπος δὲ καὶ Ἄθως καὶ ὅλως τὰ ὄρη τὰ σημαντικὰ ὅταν τὰς κορυφὰς καθαρὰς ἔχωσιν, εὐδίαν σημαίνει. καὶ ὅταν τὰ νέφη πρὸς τὴν θάλασσαν αὐτὴν παραζωννύῃ, εὐδιεινόν. καὶ ὅταν ὕσαντος πρὸς δυσμὰς χαλκῶδες τὰ νέφη χρῶμα ἔχῃ· εὐδία γὰρ ὡς τὰ πολλὰ τῇ ὑστεραίᾳ.

Ὅταν δὲ ὁμίχλη γένηται, ὕδωρ οὐ γίνεται ἢ ἔλαττον. ὅταν γέρανοι πέτωνται καὶ μὴ ἀνακάμπτωσιν, εὐδίαν σημαίνει· οὐ γὰρ πέτονται πρὶν ἢ ἂν πετόμενοι καθαρὰ ἴδωσι. γλαῦξ ἡσυχαῖον φθεγγομένη ἐν χειμῶνι εὐδίαν προσημαίνει· καὶ νύκτωρ χειμῶνος ἡσυχαῖον ᾄδουσα. θαλαττία δὲ γλαῦξ ᾄδουσα χειμῶνος μὲν εὐδίαν σημαίνει, εὐδίας δὲ χειμῶνα. καὶ κόραξ δὲ μόνος μὲν ἡσυχαῖον κράζων, καὶ ἐὰν τρὶς κράξῃ μετὰ τοῦτο πολλάκις κράξῃ, εὐδιεινός---.

Καὶ κορώνη ἕωθεν εὐθὺς ἐὰν κράξῃ τρίς, εὐδίαν σημαίνει, καὶ ἑσπέρας χειμῶνος ἡσυχαῖον ᾄδουσα. καὶ ὄρχιλος ἐξ ὀπῆς ἐκπετόμενος καὶ ἐξ ἑρκίων καὶ ἐξ οἰκίας ἔξωθεν εὐδίαν σημαίνει. καὶ ἐὰν χειμῶνος βορεύοντος βορρᾶθεν ὑπόλαμψις γένηται λευκή, νοτόθεν δὲ ἐναντία τεταγμένη ᾖ νεφέλη ὀγκώδης, ὡς ἐπὶ τὸ πολὺ εἰς εὐδίαν σημαίνει μεταβολήν. καὶ ὅταν βορέας νεφέλας πολλὰς κινῇ ἐκπνέων μέγας, εὐδίαν σημαίνει.

[*](¹ κηλάδες I conj. cf. 31, to which this statement answers. κοιλάδες MSS.)[*](² Plin. 18 356. Plin. 18. 357. cf. Verg. Georg. 1. 401. 4 Plin. 18. 401.)[*](³ ἐν χειμῶν. ? ‘in winter.’ The same ambiguity occurs in many places: the sense seems fixed here by the next sentence.)
430

Πρόβατα ὀψὲ ὀχευόμενα εὐδιεινὸν ἀποτελοῦσι τὸ σημεῖον. καὶ βοῦς ἐπὶ τὸ ἀρίστερον ἰσχίον κατακλινόμενος εὐδίαν σημαίνει· καὶ κύων ὡσαύτως· ἐπὶ δεξιὸν δὲ χειμῶνα. τέττιγες πολλοὶ γινόμενοι νοσῶδες τὸ ἔτος σημαίνουσι. λύχνος χειμῶνος καιόμενος ἡσυχαῖος εὐδίαν σημαίνει. καὶ ἐὰν ἐπ᾿ ἄκρῳ οἷον κέγχρους ἔχῃ λαμπράς· καὶ ἐὰν ἐν κύκλῳ τὴν μύξαν περιγράφῃ λαμπρὰ γραμμή.

Ὁ τῆς σχίνου καρπὸς σημαίνει τοὺς ἀρότους· ἔχει δὲ τρία μέρη καὶ ἔστιν ὁ πρῶτος τοῦ πρώτου ἀρότου σημεῖον, ὁ δεύτερος τοῦ δευτέρου, ὁ τρίτος τοῦ τρίτου· καὶ ὡς ἂν τούτων ἐκβαίνῃ κάλλιστα καὶ γένηται ἁδρότατος, οὕτως ἕξει καὶ ὁ κατὰ τοῦτον ἄροτος.

Λέγεται δὲ καὶ τοιάδε σημεῖα ὅλων τε τῶν ἐνιαυτῶν γίνεσθαι καὶ τῶν μορίων. ἐὰν ἀρχομένου τοῦ χειμῶνος ζόφος ᾖ καὶ καύματα γίνηται καὶ ταῦτα ἄνευ ὕδατος ὑπ᾿ ἀνέμων διαλυθῇ, πρὸς τὸ ἔαρ σημαίνει χάλαζαν ἐσομένην. καὶ ἐὰν μετὰ τὴν ἐαρινὴν ἰσημερίαν ὀμίχλαι πίπτωσι, πνεύματα καὶ ἀνέμους σημαίνουσιν εἰς ἕβδομον μῆνα ἀμφοτέρων ἀριθμουμένων. ὅσαι μὲν ἅμα μηνοειδεῖ τῇ σελήνῃ πίπτουσιν, αὗται μὲν πνεύματα σημαίνουσιν εἰς ἐκεῖνον τὸν χρόνον, ὅσαι δ᾿ ἀμφικύρτου οὔσης τῆς σελήνης ὕδατα. καὶ ὅσῳ [*](1 cf. 41. ² cf. 14, 25, 42.) [*](3 H. P. 7. 13. 6 the same is said of σκίλλα.)

432
ἂν μᾶλλον ἐφ᾿ ἑκατέρῳ τῷ σχήματι ὀμίχλαι πίπτωσι, μᾶλλον τὰ εἰρημένα σημαίνει.

Σημαίνει δὲ καὶ τὰ πνεύματα ἅμα ταῖς ὀμίχλαις ἐπιπιπτούσαις γινόμενα· καὶ ἐὰν μὲν ἀπ᾿ ἠοῦς καὶ μεσημβρίας γίνηται τὰ πνεύματα, ὕδατα σημαίνει· ἐὰν δ᾿ ἀφ᾿ ἑσπέρας καὶ ἀπὸ τῆς ἄρκτου πνεύματα καὶ ψύχη. οὓς δὲ κομήτας Αἰγύπτιοι λέγουσιν οὐ μόνον τὰ προειρημένα σημαίνουσιν ὅταν φαίνωνται ἀλλὰ καὶ ψύχη· ἐπὶ δὲ τοῖς ἄστροις εἴωθεν ὡς ἐπὶ τὸ πολὺ σημαίνειν καὶ ταῖς ἰσημερίαις καὶ τροπαῖς, οὐκ ἐπ᾿ αὐταῖς ἀλλ᾿ ἢ πρὸ αὐτῶν ἢ ὕστερον μικρῷ.

[*](¹ cf. 34; Arist. Meteor. 1. 6.)[*](² Text seems doubtful, as cold weather was included above.)