De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

Ὁ δὲ σχοῖνος δηκτικώτερον μὲν τοῦ καλάμου καὶ θερμότερον, στυπτικὰ δὲ ὁμοίως ἄμφω. τούτων δὲ στυπτικώτερον τὸ κύπειρον. στύφει δὲ καὶ ἡ ἀσπάλαθος ἡ εὐώδης. ἡ δὲ νάρδος δηκτικὴ μετὰ θερμότητος. τὸ δὲ μάρον καὶ τὸ χρῶμα τὸ εἰς τὸ ἀμαράκινον ἐμμιγνύμενον θερμαντικά. συνεργεῖ δὲ καὶ τῆς ἀγχούσης τὸ ῥιζίον εἰς τὴν χρόαν τοῦ ῥοδίνου καὶ τῆς ἴριδος.