De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

Ἀπὸ ῥιζῶν δὲ τό τε ἴρινον καὶ τὸ νάρδινον καὶ τὸ ἀμαράκινον ἐκ τοῦ κόστου· τοῦτο γὰρ ἀνομάζουσι [*](¹ cf. Diosc. 1. 58.) [*](² 1 have bracketed καὶ as suggested by Sch.) [*](3 This passage, with some variations, is quoted by Athen. 15. 39. 4 cf. Plin. 13. 11.) [*](5 cf. H.P. 6. 6. 11. for the plant, and for the perfume Athen. 15. 38.)

352
τὴν ῥίζαν. τὸ δὲ χρίσμα τὸ Ἐρετρικὸν ἐκ τοῦ κυπείρου. κομίζεται δὲ ἀπὸ τῶν Κυκλάδων τὸ κύπειρον. ἀπὸ ξύλου δὲ ὁ φυῖνιξ καλούμενος· ἐμβάλλουσι γὰρ τὴν ὀνομαζομένην σπάθηνε ξηράναντες. ἀπὸ καρπῶν δὲ τό τε μήλινον καὶ τὸ μύρτινον καὶ τὸ δάφνινον· τὸ δ᾿ Αἰγύπτιον ἐκ πλειόνων, ἔκ τε τοῦ κιναμώμου καὶ ἐκ σμύρνης καὶ ἐξ ἄλλων.

Ἔτι δ᾿ ἐκ πλειόνων τούτου τὸ μεγαλεῖον· καὶ γὰρ ἐκ κιναμώμου --- καὶ ἐκ τῆς σμύρνης κοπτομένης ἔλαιον ῥεῖ· στακτὴ γὰρ καλεῖται διὰ τὸ μικρὸν στάζειν. ὃ δὴ μόνον τινές φασιν ἀπλοῦν εἶναι καὶ ἀσύνθετον τῶν μύρων τὰ δ᾿ ἄλλα πάντα σύνθετα, πλὴν τὰ μὲν ἐκ πλειόνων τὰ δ᾿ ἐξ ἐλαττόνων, ἐξ ἐλαχίστων δὲ τὸ ἴρινον. οἱ μὲν οὖν οὕτω λέγουσιν, οἱ δὲ τὴν ἐργασίαν τῆς στακτῆς εἶναι τοιάνδε· τὴν σμύρναν ὅταν κόψωσι καὶ διατήξωσι ἐν ἐλαίῳ βαλανίνῳ πυρὶ μαλακῷ ὕδωρ ἐπιχεῖν θερμόν· συνιζάνειν δ᾿ εἰς βυθὸν τὴν σμύρναν καὶ τοὔλαιον καθάπερ ἰλύν· ὅταν δὲ τοῦτο συμβῇ, τὸ μὲν ὕδωρ ἀπηθεῖν τὴν δ᾿ ὑπόστασιν ποθλίβειν ὀργάνοις.

Τὸ δὲ μεγαλεῖον ἐκ ῥητίνης κεκαυμένης συντίθεσθαι καὶ ἐλαίου βαλανίνου· μίγνυσθαι δὲ κασίαν κινάμωμον σμύρναν. πλείστην δὲ πραγματείαν περὶ τὸ μεγαλεῖον καὶ τὸ Αἰγύπτιον εἶναι, [*](¹ cf. H.P. 9. 7. 3; C.P. 6. 11. 13.) [*](2 cf. H.P. 2. 8. 4. σπάθην appears to be a conj. of W. for vulg. πλάτην: ἐλάτην Turn. cf. LS. 8. r.) [*](³ Said to be called after the inventor, one Megallos: cf. Plin. 13. 13.)

354
πλείστων γὰρ μίξιν καὶ πολυτελεστάτων. τῷ δὲ μεγαλείῳ καὶ τὸ ἔλαιον ἕψεσθαι δέχ᾿ ἡμέρας καὶ δέκα νύκτας, εἶτα οὕτως τὴν ῥητίνην ἐμβάλλεσθαι καὶ τἆλλα· δεκτικώτερον γὰρ ἀφεψηθέν. τὸ δ᾿ ἀμαράκινον τὸ χρηστὸν ἐκ τῶν βελτίστων ἀρωμάτων συντίθεσθαι χωρὶς ἀμαράκου· τούτῳ δ᾿ οὐ χρῆσθαι μόνῳ τῶν ἀρωμάτων τοὺς μυρεψοὺς οὐδ᾿ εἰς ἓν μύρον, ἀλλὰ ψευδώνυμός τις ἡ ἐπίκλησις.

Ποιοῦσι δὲ καὶ τὶ μὲν ἀχρωμάτιστα τὰ δὲ κεχρωματισ μένα. χρωματίζουσι δὲ ἀμαράκινον ῥόδινον μεγαλεῖον, ἀχρωμάτιστα δὲ τῶν μὲν πολυτελῶν Αἰγύπτιον μήλινον κύπρος, τὰ δ᾿ εὐτελῆ πάντα· ταῦτα δὲ ἀχρωμάτιστα διότι τὸ μὲν Αἰγύπτιον καὶ τὴν κύπρον λευκὰ εἶναι βούλονται, τῷ δὲ μηλίνῳ τὴν τῶν μήλων χρόαν, τοῖς δ᾿ εὐτελέσιν οὐ λυσιτελεῖ τὸ χρῶμα προστιθέναι. χρωματίζουσι δὲ τὰ μὲν ἐρυθρὶ τῇ ἀγχούσῃ, τὸ δ᾿ ἀμαράκινον τῷ καλουμένῳ χρώματι· τοῦτο δ᾿ ἐστὶ ῥιζίον ὅ ἄγουσιν ἐκ τῆς Συρίας.

VII. Συνεργεῖν δὲ δοκοῦσι πρὸς τάς γεύσεις οὐχ αἱ ὀδμαὶ μόνον ἀλλὰ καὶ αἱ δριμύτητες καὶ αἱ θερμότητες ἐνίων, διὸ καὶ τῶν οἴνων τισὶ τὰ τοιαῦτα μιγνύντες ὥσπερ κέντρον ἐμποιοῦσιν. ἔστι δὲ ἡ μὲν σμύρνη θερμὴ καὶ δηκτικὴ μετὰ

356
στύψεως, ἔχει δὲ καὶ πικρίαν. τὸ δὲ κινάμωμον δριμύτητά τινα μετρίαν μετὰ θερμότητος. παραπλησίως δὲ καὶ τὸ κόστον. ἡ δὲ κασία τούτων ὑπερβάλλει θερμότητι καὶ δριμύτητι καὶ στύψει. θερμὴ δὲ καὶ στυπτικὴ καὶ ἡ ἶρις, καθ᾿ ὑπερβολὴν δὲ καὶ πικρὰ νέα οὖσα καὶ τὸν χρῶτα τῶν ἐργαζομένων ἀφελκοῖ. δηκτικὸν δὲ καὶ τὸ καρδάμωμον μετὰ θερμότητος. τοῦ δὲ βαλσάμου ὁ μὲν ὀπὸς καὶ τὸ καρπίον ἀνδρικώτερα πρὸς ἀμφότερα ταῦτα, τὸ δὲ ξύλον ἀσθενέστερον. παραπλησίαν δ᾿ ἔχει τούτῳ δύναμιν καὶ τὸ ἄμωμον.

Ὁ δὲ σχοῖνος δηκτικώτερον μὲν τοῦ καλάμου καὶ θερμότερον, στυπτικὰ δὲ ὁμοίως ἄμφω. τούτων δὲ στυπτικώτερον τὸ κύπειρον. στύφει δὲ καὶ ἡ ἀσπάλαθος ἡ εὐώδης. ἡ δὲ νάρδος δηκτικὴ μετὰ θερμότητος. τὸ δὲ μάρον καὶ τὸ χρῶμα τὸ εἰς τὸ ἀμαράκινον ἐμμιγνύμενον θερμαντικά. συνεργεῖ δὲ καὶ τῆς ἀγχούσης τὸ ῥιζίον εἰς τὴν χρόαν τοῦ ῥοδίνου καὶ τῆς ἴριδος.

Νέα μὲν οὖν ὄντα τῶν ἀρωμάτων ἔνια δυνάμεις μὲν εὐθὺς ἔχει βαρείας καὶ δριμείας, παλαιούμενα δὲ μέχρι τῆς ἀκμῆς γλυκαίνεται, εἶτ᾿ ἀναλύεται πάλιν. οἷον ἡ ἶρις εἰς μὲν τὴν ἐργασίαν ἀκμάζει μετὰ τὴν συλλογὴν τρία ἔτη, καὶ διαμένει δὲ πλεῖστον χρόνον ἓξ ἔτη. τὸ δὲ μάρον ἔτη δύο. ἡ δὲ σμύρνα δέκα ἔτη διαμένει βελτίων γενομένη. παραπλησίως δὲ τούτοις ἡ τῆς ἀκμῆς διαμονὴ καὶ τοῦ κιναμώμου καὶ τοῦ κόστου καὶ τῆς κασίας. σχοῖνος δὲ καὶ κάλαμος παρακμάζει ταχύ. τῶν δ᾿ ἀνθῶν τὰ μὲν εὐθὺς χλωρὰ ὄντα [*](1· cf. Plin. 21. 42. ² cf. Index. σχοῖνος (2).) [*](³ cf. Index, κάλαμος ὁ εὐώδης.)

358
τὰς δυνάμεις ἔχει, καθάπερ τὸ ῥόδον, τὰ δὲ ξηρανθέντα, καθάπερ ὁ κρόκος καὶ ὁ μελίλωτος· χλωρὰν γὰρ ὑγρότερα.