De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

Τὰ γὰρ διαπάσματα ὅσῳ ἂν ᾖ πλειόνων ἀμείνω. ποιεῖ δὲ καὶ ἡ τοῦ οἴνου κατάμιξις καὶ μύρα ἔνια καὶ θυμιάματα εὐοσμότερα, καθάπερ τὴν σμύρναν. δοκεῖ δὲ καὶ τὸ μύρον ἡδύνειν τοὺς οἴνους, διὸ καὶ οἱ μὲν ἐν τῇ οἰνοποιΐᾳ μιγνύουσιν οἱ δὲ οὕτως ἐπιχεόμενον πίνουσιν. οὐκ ἄλογον δὲ συνέγγυς τὰς αἰσθήσεις οὔσας καὶ ἐν τοῖς αὐτοῖς ὑποκειμένοις ἔχειν τινὰ ἐπικοινωνίαν· ὡς γὰρ ἐπὶ τὸ πᾶν οὐδεὶς οὔτε χυλὸς ἄοσμος οὔτε ὀσμὴ ἄχυλος· τοῦτο δὲ ὅτι οὐδεμία ἐκ μὴ ἔχοντος χυλόν.

Συμβαίνει δὲ καὶ μεταβάλλειν τὰς ὀσμὰς ἅμα τοῖς χυλοῖς, ὥσπερ ἐπί τε τοῦ οἴνου καὶ ἐπὶ καρπῶν τινῶν· ἐνίων δὲ καὶ ἐν τῷ ἄνθει πρότερον. ὥσπερ τῶν βοτρύων· ἡ δὲ τῶν μύρων εἰς ἀκμὴν μόνον καὶ οἷον φθίσιν. μετακινοῦνται δ᾿ ἐν ταῖς ἐτείαις ὥραις πάνθ᾿ ὡς εἰπεῖν, μάλιστα δὲ τὰ [*](¹ I have inserted οὐχ, suggested by Sch.) [*](² Like Sch. I fail to see the relevance of this remark. The sense required is ‘while the fruit is still on the tree’:)

388
ἀσθενέστατα, τὰ δ᾿ ἄνθινα καθ᾿ ἣν ὥραν ἀνθεῖ τὸ ἄνθος.

Τὰς συνθέσεις ποιοῦσιν ἐκ τῶν ἀρωμάτων· θραύσαντες πολλὰ καὶ μίξαντες εἰς ταὐτὸ κλείουσιν εἰς κιβώτιον, εἶτ᾿ ἀνοίγοντες διά τινων ἡμερῶν ὅτι ἂν μάλιστα ὄζειν δοκῇ τοῦτ᾿ αἴρουσι, καὶ πάλιν δὲ καὶ πάλιν διαλείποντες χρόνον, ὅπως ἂν μηδενὸς ἐξόζῃ. θαυμαστὴν δ᾿ ὀσμὴν λαμβάνει τὰ ἱμάτια εἰς ταῦτα τιθέμενα.

Τὸ δὲ τῆς βαλάνου τῆς Αἰγυπτίας μύρον αὐτὸ μὲν οὐκ ἄγαν ἀναπνεῖ, μιγνύμενον δὲ ποιεῖ τἆλλα βελτίω μάλιστα δὲ τὴν ἶριν---.

[*](1 cf. 63.)[*](2 cf. 57, of which this section seems to be a repetitio.)[*](3 cf. 15.)