De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

Κατισχναίνειν δὲ δοκεῖ τὸ ῥόδον καὶ τὴν σύνθετον ὀσμήν· ὅταν γὰρ ἀκμάζῃ τὸ ἄνθος, ῥοδίζουσι τὰς συνθέσεις, ἀνοιγόμεναι δ᾿ ἐξόζουσι τούτου μόνου καὶ μάλιστα. παύεται δὲ ταχὺ καὶ λήγει διὰ τὴν ἀσθένειαν καὶ λεπτότητα, δι᾿ ἣν καὶ ἐξόζει τῶν ἄλλων· λεπτὴ γὰρ οὖσα ἡ ἀναπνοὴ καὶ ἠθροισμένη τῇ κατακλείσει προτερεῖ τε τῶν λοιπῶν καὶ διαδίδοται πανταχοῦ. διὰ ταὐτὸ δὲ τοῦτο καὶ ἀπολήγει ταχὺ καὶ κατακρατεῖται πάλιν· ἀσθενεῖ γὰρ τὸ λεπτὸν καὶ μαλακόν.

Ποιοῦσι δέ τινες τοῦτο καὶ τῶν οἴνων, ὥστε προποθέντες ἀφανίζειν τὴν τῶν ἄλλων ἡδονήν. ἔνιοι δ᾿ ὥστε μὴ ἐπιδέχεσθαι ῥᾳδίως τοὺς ἄλλους. [*](¹ cf. 57, 58. σύνθετος ὀσμή or σύνθεσις seems to mean a kind of pot-pourri, which was from time to time renewed with fresh rose-petals. Sch. understands σύνθεσις to mean ‘clothes in a wardrobe’ (cf. Lat. synthesis), but it must surely have the same meaning here as σύνθετος ὀσμή: Sch. ’s citation from 57 does not seem to prove his point, and μένουσι πολὺν χρόνον αἱ συνθέσεις in 58 is conclusive against him. cf. also 69.)

370
ὥσπερ ὁ Ἐρυθραῖας ἁλυκός τις ὢν καὶ μαλακός. τὴν αἰτίαν δὲ πειρατέον ἐκ τῶν ὁμοίων λαμβάνειν· ἔχει δὲ τοῦτ᾿ ἴδιον τὸ ῥόδινον, ὥσπερ σχεδὸν καὶ μικρῷ πρότερον εἴρηται· τὰ μὲν γὰρ ἄλλα πάντ᾿ ἢ τὰ πλεῖστα κεφαλαλγῆ, τοῦτο δέ, ὥσπερ ἐλέχθη, λυτικὸν καὶ βάρους καὶ ἀλγηδόνος καὶ τῆς ἀπὸ τῶν μύρων.

Ἡ δ᾿ αἰτία φανερὰ διὰ τῶν προειρημένων, εἴπερ ἐπικρατεῖ καὶ διαδύεται πανταχοῦ. τὰ μὲν γὰρ ἄλλ᾿ ὅσα κεφαλαλγῆ βαρέα διὰ τὸ ἐκ τοιούτων συγκεῖσθαι τὰ μὲν ῥιζῶν τὰ δ᾿ ὀπῶν· τοῦτο δὲ καὶ τῇ ὀσμῇ ἐλαφρὸν καὶ τῇ θερμότητι σύμμετρον εἰς τὸ συμπέψαι καὶ διανοῖξαι τοὺς πόρους. οἱ γὰρ δὴ πόνοι τῆς κεφαλῆς ἢ καθυγραινομένης ἢ πνευματουμένης τῷ ἐναπολαμβάνεσθαι, ὥστε τὸ μὲν ἐκκρῖναι δεῖ τὸ δὲ πέψαι ἢ ἀφελεῖν.

Πρὸς ἅπαντα δὲ ἡ θερμότης χρήσιμον, καὶ εἰς ἀφαίρεσιν καὶ ἔτι μᾶλλον εἰς τὸ πέττειν καὶ διανοίγειν τοὺς πόρους, εἰς συμβάλλεται τὸ ἐν τῷ ἁλὶ πεποιῆσθαι· καὶ γὰρ ἀναστομοῦσι καὶ διαθερμαίνουσιν οἱ ἅλες. ἡ δ᾿ εὐοσμία καὶ ὁρμήν τινα ποιεῖ πρὸς τὴν κίνησιν. ἀγαθὸν δὲ καὶ δοκεῖ πρὸς τοὺς κόπους εἶναι τῇ θερμότητι σύμμετρον ὂν καὶ τῇ κουφότητι καὶ τῇ διαδύσει πρὸς τοὺς ἐντὸς πόρους· ὡς δέ τινές φασιν, οὐχ ἧττον ἡ κύπρος ἔτι τούτου· μαλακὴ γὰρ ἡ ὀσμὴ καὶ [*](¹ cf. 52. ² δὲ ins. W.) [*](² i.e. the case is so far analogous to that of rose-perfume; but the comparison does not hold as to what follows.)

372
προσφιλὴς τῷ χρωτὶ καὶ ἡ ταύτης. καὶ ταῦτα μὲν καὶ τὰ ὅμοια τούτοις ὥσπερ ἴδια ἂν εἴη.

XI. Τοῦ ῥοδίνου δὲ αἱ μίξεις καὶ ἐν ταῖς ὀσμαῖς καὶ ἐν τοῖς χυμοῖς, ἐὰν ἡρμοσμέναι τυγχάνωσιν, ἔχουσί τινα χρείαν, αἱ μὲν ἀφαιροῦσαι τὴν βαρύτητα καὶ τὴν ἰσχύν, αἱ δ᾿ εὐοδμίαν τινὰ αἱ δὲ γλυκύτητα ἐμποιοῦσαι, καθάπερ καὶ ἐπὶ τῶν οἴνων. καὶ γὰρ ὁ ἐν Θάσῳ ὁ ἐν τῷ πρυτανείῳ διδόμενος, θαυμαστός τις ὡς ἔοικε τὴν ἡδονήν, ἠρτυμένος ἐστίν· ἐμβάλλουσι γὰρ εἰς τὸ κεράμιον σταῖς μέλιτι φυράσαντες, ὥστε τὴν μὲν ὀσμὴν ἀπ᾿ αὐτοῦ, τὴν δὲ γλυκύτητα ἀπὸ τοῦ σταιτὸς λαμβάνειν τὸν οἶνον.