Geographiae informatio

Agathemerus

Agathemerus, creator; Diller, Aubrey (1903-1985), editor and translator.

Αἴγινα νῆσος προμήκης στάδια ρξ ἐξ ἐναντίας κεῖται τῆς Ἀττικῆς· Σαλαμὶς μῆκος σταδ. ο· ἡ Κεία ρκ. τῶν δὲ Κυκλάδων κρατίστη ἐστὶν ἡ Νάξος, διὸ μικρὰ λέγεται Σικελία· ἐκ δεξιῶν δ’ αἱ Σποράδες. ἡ δ’ Εὔβοια γεφύρᾳ πρὸς τὴν Βοιωτίαν ἔζευκται, παρατείνει δὲ Βοιωτίδα Φωκίδα Λοκρούς, ἐκ δὲ θατέρου ἐπί ποσον καὶ τῇ Ἀττικῇ, ἔστι γὰρ μακρά, διὸ Μάκρις ὠνομάσθη· μῆκος σταδίων ͵αψ.

ἡ δὲ Κρήτη κατὰ Μαλέαν πλησιάζει Πελοποννήσῳ, περίμετρος δὲ αὐτῆς σταδίων ͵δρ μῆκος ͵βτ, κατὰ πολὺ γὰρ μεμήκυται. Κύθηρα μέσον Κρήτης καὶ Λακωνικῆς. Κύπρος βύρσῃ τὸ σχῆμα ὁμοία, περίπλους στάδια ͵γυκ, μῆκος δὲ ͵ατ· ἀπὸ Πάφου εἰς Ἀλεξάνδρειαν δίαρμα βορέου σταδίων ͵γω. ῾Ρόδου περίμετρος στάδια ͵ατ. Κῶ περίμετρος στάδια φν. Σάμος στάδια χλ. Ἰκαρία δέ ἐστι μακρὰ τραχεῖα, μῆκος σταδίων τ. Χίου περίμετρος στάδια χξ. Λέσβου περίμετρος στάδ. ͵αρ.