Geographiae informatio

Agathemerus

Agathemerus, creator; Diller, Aubrey (1903-1985), editor and translator.

ἔστι δὲ ἡ μεγάλη Σύρτις σταδίων ͵ε, ἡ δὲ μικρὰ σταδίων ͵αχ. τὸ δὲ στόμα τοῦ Ἀδρίου ὃ καλοῦσί τινες Ἰόνιον πέλαγος ἔχει διάπλουν σταδίων ͵αψ ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ Κεραύνια ὄρη τῆς Ἠπείρου.

διαδέχεται τὸ Αἰγαῖον [πέλαγος] Ἑλλήσποντος λήγων εἰς Ἄβυδον καὶ Σηστόν, εἶτα ἡ Προποντὶς λήγουσα εἰς Χαλκηδόνα καὶ Βυζάντιον, ἔνθα τὰ στενὰ ἀφ’ ὧν ὁ Πόντος ἄρχεται· εἶτα ἡ Μαιῶτις λίμνη. πάλιν δὲ ἀπ’ ἀρχῆς Εὐρώπης καὶ Λιβύης Ἰβηρικὸν τὸ ἀπὸ Στηλῶν εἰς Πυρήνην τὸ ὄρος, Λιγυστικὸν δὲ τὸ ἕως τῶν τῆς Τυρρηνίας περάτων, Σαρδῶον δὲ τὸ ὑπὲρ Σαρδὼ νεῦον πρὸς Λιβύην κάτω, Τυρρηνικὸν δὲ τὸ μέχρι Σικελίας λῆγον ἀρχόμενον ἀπὸ τῶν Λιγυστικῆς ἄκρων, εἶτα Λιβυκόν, εἶτα Κρητικὸν καὶ Σικελικὸν καὶ Ἰόνιον καὶ Ἀδρίαν [καὶ] τὸν ἀνακεχυμένον ἐκ τοῦ Σικελικοῦ πελάγους, ὃν καλοῦσι Κορινθιακὸν κόλπον ἤτοι Ἀλκυονίδα θάλασσαν. τὸ δὲ Σουνίῳ καὶ Σκυλλαίῳ περιεχόμενον πέλαγος Σαρωνικόν, εἶτα Μυρτῶον καὶ Ἰκάριον ἐν ᾧ αἱ Κυκλάδες, εἶτα Καρπάθιον καὶ Παμφύλιον καὶ Αἰγύπτιον. ὑπὲρ δὲ τὸ Ἰκάριον ἑξῆς ἀναχεῖται τὸ Αἰγαῖον.