Geographiae informatio

Agathemerus

Agathemerus, creator; Diller, Aubrey (1903-1985), editor and translator.

Ἀναξίμανδρος ὁ Μιλήσιος ἀκουστὴς Θάλεω πρῶτος ἀπετόλμησε τὴν οἰκουμένην ἐν πίνακι γράψαι, μεθ’ ὅν Ἑκαταῖος [ὁ] Μιλήσιος ἀνὴρ πολυπλανὴς διηκρίβωσεν ὥστε θαυμασθῆναι τὸ πρᾶγμα· Ἑλλάνικος γὰρ ὁ Λέσβιος ἀνὴρ πολυίστωρ ἀπλάστως παρέδωκε τὴν ἱστορίαν. εἶτα Δαμάστης ὁ Κιτιεὺς τὰ πλεῖστα ἐκ τῶν Ἑκαταίου μεταγράψας περίπλουν ἔγραψεν. ἑξῆς Δημόκριτος καὶ Εὔδοξος καὶ ἄλλοι τινὲς γῆς περιόδους καὶ περίπλους ἐπραγματεύσαντο.

Οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην δ’ ἡγεῖσθαι τὴν Ἑλλάδα καὶ ταύτης Δελφούς· τὸν ὀμφαλὸν γὰρ ἔχειν τῆς γῆς. πρῶτος δὲ Δημόκριτος πολύπειρος ἀνὴρ συνεῖδεν ὅτι προμήκης ἐστὶν ἡ γῆ ἡμιόλιον τὸ μῆκος τοῦ πλάτους ἔχουσα. συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ περιπατητικός. Εὔδοξος δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους, ὁ δὲ Ἐρατοσθένης πλεῖον τοῦ διπλοῦ, Κράτης δὲ ὡς ἡμικύκλιον, Ἵππαρχος δὲ τραπεζοειδῆ, ἄλλοι [δὲ] ✝οὐροειδῆ , Ποσειδώνιος δ’ ὁ Στωϊκὸς σφενδονοειδῆ καὶ μεσόπλατον ἀπὸ νότου εἰς βορρᾶν, στενὴν πρὸς ἕω καὶ δύσιν, τὰ πρὸς

61
εὖρον δ’ ὁμοίως πλατύτερα [ τὰ ] πρὸς τὴν Ἰνδικήν.

Ὅροι ἠπείρων· Εὐρώπης μὲν καὶ Λιβύης αἱ Ἡρακλέους στῆλαι, Λιβύης δὲ καὶ Ἀσίας ὁ Νεῖλος· οἱ δ’ ἰσθμὸν τὸν ἀπὸ Σερβωνίδος λίμνης καὶ Ἀραβίου κόλπου· Ἀσίας δὲ καὶ Εὐρώπης οἱ μὲν ἀρχαῖοι Φᾶσιν ποταμὸν καὶ τὸν ἕως Κασπίας ἰσθμόν, οἱ δ’ ὕστερον νεώτεροι Μαιῶτιν λίμνην καὶ Τάναϊν ποταμόν.

Ἐκλήθησαν δ’ ἤπειροι ἄπειροί τινες οὖσαι δι’ ἄγνοιαν· Ἀσία δ’ ἀπὸ τοῦ ἆσσον ἰέναι τοῖς ἀπ’ Εὐρώπης ἀπιοῦσι καὶ πεζῆ καὶ νήσοις στιχηδὸν κειμέναις· Εὔβοια Ἄνδρος Τῆνος Μύκονος Ἰκαρία Σάμος Μυκάλη· ἡ δὲ Εὐρώπη ἀπὸ τοῦ εὔρους ὠνομάσθη· Λιβύη δ’ ὑφ’ Ἑλλήνων ἦν ἄγνωστος πάνυ, ἀπὸ δὲ ἔθνους ἐπισήμου ✝Φοίνικες ὠνομάσθησαν πλέοντες· ὠκεανὸς δὲ διὰ τὸ ὠκέως ἀνύειν κύκλῳ τὴν γῆν.

Δικαίαρχος δ’ ὁρίζει τὴν γῆν οὐχ ὕδασιν ἀλλὰ τομῇ εὐθείᾳ εὐκράτῳ ἀπὸ Στηλῶν διὰ Σαρδοῦς Σικελίας Πελοποννήσου Ἰωνίας Καρίας Λυκίας Παμφυλίας Κιλικίας καὶ Ταύρου ἑξῆς ἕως Ἰμάου ὄρους· τῶν τοίνυν τόπων τὸ μὲν βόρειον τὸ δὲ νότιον ὀνομάζει.