Geographiae informatio
Agathemerus
Agathemerus, creator; Hudson, John (1662-1719), editor.
Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα σταδίων μυριάδων ϛʹ. καὶ ͵ηφμθʹ. οὕτως. Ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ κόλπῳ σταδίων μυριάδων δʹ. καὶ ͵αψκεʹ. οὕτως. Ἀπὸ Γάγγου ἐπ' ἐκβολὰς Ἰνδοῦ ποταμοῦ σταδίων μυρίων ͵ϛʹ. Ἀπ' Ἰνδοῦ ἕως Κασπίων πυλῶν μυρίων ͵ετʹ. ἐπὶ τὸν Εὐφράτην σταδίων μυρίων νʹ. εἰς Μυρίανδρον σταδίων τοϛʹ.
Ἀπὸ δὲ Μυριάνδρου ἐπὶ Γάδειρα σταδίων δισμυρίων ͵ϛωκʹ. οὕτως. Ἀπὸ Μυριάνδρου ἐπὶ Κλεῖδας Κύπρου στάδια ͵αυʹ. ἐπὶ Ἀκάμαντα τὸ ἀκρωτήριον στάδια ͵γτʹ. ἐπὶ δὲ Χελιδωνίας διὰ Παμφυλίου πελάγους
Καὶ ἄλλως. Ἀπὸ Γάγγου ἕως Εὐφράτου ποταμοῦ μυριάδων δʹ. καὶ ͵ατνʹ. Ἀπ' Εὐφράτου εἰς Μάζακα Καππαδόκων στάδια ͵βφνʹ. Ἀπὸ δὲ Μαζάκων διὰ Φρυγίας τῆς παρορίας καὶ μεγάλης Καρίας ἕως Ἐφέσου στάδιοι ͵γτκʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Ἔφεσον σταδίων μυριάδως δʹ. καὶ ζσκʹ. Ἀπὸ δὲ Ἐφέσου εἰς Δῆλον διὰ τοῦ Αἰγαίου στάδια ͵αχʹ. ἐπ' Ἰσθμὸν στάδια ͵αψʹ. ἀπ' Ἰσθμοῦ διὰ Κορινθίου κόλπου εἰς Πάτρας στάδια ψκʹ. ἐπὶ Λευκάδα στάδια ψʹ. ἐπὶ Κορκύραν στάδια ψʹ. ἐπ' Ἀκροκεραύνια ὄρη στάδια ͵αξʹ. ἐπὶ Βρεντήσιον στάδια ψ. Ἀπὸ Βρεντησίου πεζῇ ὁδεύοντι ἕως Ῥώμης στάδια ͵βωπʹ. Ἀπὸ Ῥώμης ἐπὶ τὰς Ἄλπεις
Πλάτος δὲ τῆς οἰκουμένης ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης ἐπὶ τὴν Μερόην σταδίων ͵ηʹ. Ἀπὸ Μερόης εἰς Ἀλεξάνδρειαν σταδίων μυρίων ͵αʹ. Ἀπὸ δὲ Ἀλεξανδρείας ἐπὶ Τάναϊν μυρίων ͵ηνϛʹ. Τὰ γὰρ ἄνω τῶν ἐκβολῶν τοῦ Τανάϊδος ἀγνοεῖται εἰς Βοῤῥᾶν. Οὕτως. Ἀπ' Ἀλεξανδρείας εἰς Λίνδον Ῥόδου στάδια ͵δφʹ. Ἐπὶ τὸ Θοάντιον δεξιὸν παραπλέοντι Ῥόδον στάδια υʹ. Ἐπὶ Tῆλον στάδια φξʹ. Ἐπὶ Λακτῆρα τῆς Κώας στάδια τκʹ. Ἐπὶ Δρέπανον Κώας στάδια ρʹ. Ἐπ' Ἀρκίτην νῆσον στάδια σλʹ. Ἐπὶ Κορσίας ρʹ.
Καὶ ἄλλως ἀπὸ Ῥόδου, εἰς Κνίδον στάδια ψʹ. Εἰς Κῶ στάδια σʹ. Εἰς Σάμον στάδια ωʹ. Εἰς Χίον στάδια ψνʹ. Εἰς Μιτυλήνην στάδια φκʹ. Εἰς Τένεδον στάδια τνʹ. Εἰς Σίγειον ρʹ. Ἐπὶ τὸ στόμα Πόντου ͵βφʹ. Ἐπὶ Κάραμβιν στάδια ͵βωʹ. Εἰς στόμα Μαιώτιδος ͵βφʹ. Ἐπὶ Τάναϊν ποταμὸν ͵βσʹ. Ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Τανάϊδος στάδιων μυρίων ͵ηχηʹ.
Λοιπὸν δὲ ἐροῦμεν τῶν καθ' ἡμᾶς νήσων τὰς περιμέτρους, λαβόντες παρ' Ἀρτεμιδώρου καὶ Μενίππου καὶ ἑτέρων ἀξιοπίστων. Γάδειρα μῆκος σταδίων ρηʹ.
Κέρκινα νῆσος μῆκος ἔχει στάδια οʹ. πλάτος δ' ὅπου δὲ στενοτάτη στάδια μʹ. ὑπέρκειται δὲ πόλεως ἠπειρωτικῆς Θήνης, ἣ κεῖται τῆς μικρᾶς Σύρτιδος ἐπὶ τῆς ἀρχῆς. Τῇ δὲ Κερκίνῃ παράκειται νῆσος Κερκινίτις γεφύρᾳ ζευχθεῖσα, μῆκος στάδια μʹ. πλάτος δὲ στάδια κεʹ.