Geographiae informatio

Agathemerus

Agathemerus, creator; Gronovius, Jacobus (1645-1716), editor and translator.

Οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην διηγεῖσθαι τὴν Ἑλλάδα, καὶ ταύτης Δελφοὐς, τὸν ὄμφα λον

174
λὸν γὰρ ἔχειν τῆς γῆς. Πρῶτος δὲ Δημόκριτος πολύπειρος ἀνὴρ συνεῖδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ, ἡμιόλιον τὸ μῆκος τοῦ πλάτους ἔχουσα. Συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ Περιπατητικός. Εὔδοξος δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους· ὁ δὲ Ἐρατοσθένης πλεῖον τοῦ διπλοῦ. Κράτης δὲ ὡς ἡμικύκλιον· Ἵπ πα
175
παρχος δὲ τραπεζοειδῆ· Ἄλλοι οὐροειδῆ· Ποσειδώνιος δὲ ὁ Στωϊκὸς σφενδονοειδῆ καὶ μεσοπλατὸν ἀπὸ Νότου εἰς Βοῤῥᾶν, στενὴν πρὸς ἑὼ καὶ δύσιν· τὰ πρὸς Εὖρον δ᾿ ὁμοίως πλατύτερα πρὸς τὴν Ἰνδικήν.