Περὶ μονήρους λέξεως
Aelius Herodianus
Aelius Herodianus, Περὶ μονήρους λέξεως, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Ἐξ. οὐδεμία πρόθεϲιϲ εἰϲ διπλοῦν λήγει, ἀλλὰ μόνη ἡ ἐξ.
Πρίν. οὐδὲν εἰϲ ιν μονοϲύλλαβον ἐπίρρημα, ἀλλὰ μόνον τὸ πρίν τὰ δὲ εὑρεθέντα ὑπὲρ μίαν ϲυλλαβὴν εὑρέθη, ὡϲ τὸ πάλιν, πέρυϲιν, τὸ ἀεὶ παρ’ Ἀττικοῖϲ αἰὲν παρὰ Δωριεῦϲιν, αἶιν παρ’ Αἰολεῦϲι· λέγεται ταῦτα καὶ ἄνευ τοῦ ν.
Πέριξ. τὰ εἰϲ ιξ λήγοντα ἐπιρρήματα φιλεῖ πωϲ ὀξύνεϲθαι, κουρίξ, ἀπρίξ, ἀναμίξ. ἀλλὰ τὸ πέριξ μόνον βαρύνεται.
Βοτρυδόν. τὰ εἰϲ δον λήγοντα ἐπιρρήματα ὀξυνόμενα οὐ θέλει ἀπὸ τῶν εἰϲ υϲ ληγόντων ὀνομάτων παράγεϲθαι καὶ πρὸ τέλουϲ ἔχειν τὸ υ· μονῆρεϲ ἄρα τὸ βοτρυδόν·
Ἀμφουδίϲ. οὐδὲν εἰϲ διc λῆγον ἐπίρρημα τῇ ου διφθόγγῳ παραλήγει, ἀλλὰ μόνον τὸ ἀμφουδίϲ.
Ψό. οὐδὲν ἐπίρρημα μονοϲύλλαβον εἰϲ ο λήγει, ἀλλὰ παρὰ Ϲοφοκλεῖ ἐν Ποιμέϲι εἴρηται τὸ ψό.
Χαμᾶζε. οὐδὲν εἰϲ ζε λῆγον ἐπίρρημα τῷ α παραληγόμενον προπεριϲπᾶται, ἀλλὰ μόνον τὸ χαμᾶζε· παραιτοῦμαι δὲ τοὺϲ προπεριϲπῶνταϲ τὸ θύραζε.