Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Χήν πόλιϲ τῆϲ Λακωνικῆϲ. ὁ πολίτηϲ Χηνιεύϲ, ἀλλὰ καὶ Χηνεύϲ, ὡϲ Πλάτων ἐν Πρωταγόρᾳ (p. 343) «τούτων τῶν ἀνδρῶν ἦν Θαλῆϲ καὶ ΤΠιττακὸϲ καὶ Βίαϲ καὶ Κλεόβουλοϲ καὶ Ϲόλων ὁ ἡμέτεροϲ καὶ Μύϲων ὁ Χηνεὺϲ καὶ ἕβδομοϲ ἐξ αὐτῆϲ τῆϲ Λακεδαίμονοϲ Χίλων».

Χρυϲαορίϲ πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Χρυϲαορεύϲ, ὡϲ Ἀπολλώνιοϲ ἐν Καρικοῖϲ «Ταυροπολῖται μὲν ϲυνεμάχουν καὶ Χρυϲαορεῖϲ κω Πλαραϲεῖϲ».