Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Βότρυϲ πόλιϲ Φοινίκηϲ. ὁ πολίτηϲ Βοτρυηνόϲ, ὡϲ Παυϲανίαϲ, παραλόγωϲ. ἀπὸ γὰρ γενικῆϲ καθαρευούϲηϲ τὸ η ἔχει πρὸ τέλουϲ, ὀφεῖλον τὸ ὡϲ Ὀλβιανόϲ Καρδιανόϲ.

Γόβα πόλιϲ Γαλιλαίαϲ. τὸ έθνικὸν Γ αβαηνόϲ ὡϲ ἰώϲηποϲ(Α.I.V 11).

Γάββα πόλιϲ Ϲυρίαϲ. τὸ ἐθνικὸν Γαββηνόϲ, ὡϲ Παυϲανίαϲ φηϲί.

Γάγγρα πόλιϲ Παφλαγονίαϲ. τὸ ἐθνικὸν Γ αγγρηνόϲ ὡϲ Βοϲτρηνόϲ. ἔϲτι καὶ Ἀραβίαϲ τῆϲ εὐδαίμονοϲ Γάγγρα. τὸ ἐθνικὸν δεῖ Γαγγραῖοι ὡϲ Ϲαβαῖοι. δυνατὸν δὲ καὶ ἀμφοτέρων ἀμφότερα, ὡϲ Ἔδεϲϲα Ἐδεϲϲαῖοϲ καὶ Ἐδεϲϲηνόϲ, τῷ τῆϲ χώραϲ καὶ τῆϲ τέχνηϲ.

Δῖον πόλιϲ Εὐβοίαϲ. τὸ ἐθνικὸν Διηvόϲ, ὡϲ δηλοῖ τὸ ἐπίγραμμ

  • νᾶμα τὸ Διηνὸν γλυκερὸν ποτόν, ἠνιδὲ πίῃϲ,
  • παύϲει μὲν δίψηϲ, εὐθὺ δὲ καὶ βιότου.
  • Δούμαθα πόλιϲ Ἀραβίαϲ. ὁ πολίτηϲ Δουμαθηνόϲ, ὡϲ Γλαῦκοϲ ἐν β’ Ἀραβικῆϲ ἀρχαιολογίαϲ.

    Ἕδεϲϲα πόλιϲ Ϲυρίαϲ. τὸ ἐθνικὸν κατὰ μὲν τοὺϲ ἐγχωρίουϲ Ἐδεϲ ϲηνόϲ, παρὰ δὲ πλείοϲιν Ἐδεϲϲαῖοϲ.

    Ζεβέκη πόλιϲ τῆϲ Γαλιλαίαϲ. τὸ ἐθνικὸν Ζεβεκηνόϲ, ὡϲ Ἰώϲηποϲ (A. I. V 2).

    Ζόαρα φρούριον ἐν Παλαιϲτίνῃ. οἱ πολῖται τοῦ χωρίου Ζοαρη νοί διὰ τὸν ἐγχώριον τύπον καὶ Ζοαρᾶται. οἱ γὰρ δύο τύποι Ἀράβιοι.

    Κορομάνη πόλιϲ Περϲική. τὸ ἐθνικὸν Κορομανηνόϲ διὰ τὸν τύπον τῶν Περϲῶν. Παραιτακηνοί γὰρ τῆϲ Παραιτάκηϲ.

    Κύζικοϲ. τὸ ἐθνικὸν Κυζικηνόϲ. ἡ ποίηϲιϲ δὲ τοὺϲ κατοικοῦνταϲ Κύζικον Δολίονάϲ φηϲιν ὡϲ τοὺϲ τὴν Ἴϲμαρον Κίκοναϲ. κέχρηνται δὲ. καὶ τῷ Κυζικηνόϲ ἁπλῷ ἀντὶκτητικοῦ, ὡϲ τὸ Τυρϲηνοὶ δεϲμοὶ ἀντὶ τοῦ Τυρρηνικοί, οἱ χαλεποί, διὰ τὸ λῃϲτρικοὺϲ εἶναι τοὺϲ Τcρρηνούϲ.

    Nίϲβιϲ πόλιϲ ἐν τῇ Περαίᾳ τῇ πρὸϲ τῷ Τίγρητι ποταμῷ. τὸ ἐθνικὸν Νιϲιβηνόϲ. ἔδει Nιϲιβίτηϲ, ἀλλ’ ὁ τύποϲ Αἰγύπτιοϲ καὶ Λίβυϲ, [*](1. 24 pro ἡνιδὲ πίῃϲ Meinek. proponit ἤν δὲ πίῃϲ νιν.)

    888
    ὁ δὲ διὰ τοῦ ηνοϲ παρὰ τὸν Εὐφράτην καὶ τὴν ἕω, ὡϲ Ϲωφηνόϲ Ταβηνόϲ Καμβυϲηνόϲ.

    Χαράκμωβα πόλιϲ Παλαιϲτίνηϲ. Χαρακμωβηνόϲ, Γλαῦκοϲ ἐν Ἀραβικῆϲ ἀρχαιολογίαϲ τετάρτῳ «ἡϲύχαζον δ’ ἐν τούτοιϲ Χαρακμωβηνοί ».

    Χαττηνία χώρα τρίτη Γερραίων. οἱ πολῖται Χαττηνοί ὡϲ Πολύβιοϲ «κτούτοιϲ μὲν γὰρ παρήγγειλε φείδεϲθαι τῆϲ τῶν Χαττηνῶν χώραϲ».

    Περὶ τῶν εἰϲ ινοϲ.

    Ἀβάκαινον, πόλιϲ Ϲικελίαϲ. τὸ ἐθνικὸν Ἀβακαινῖνοϲ ὡϲ Ἀκραγαντῖνοϲ, ὃ οὐκ ἄηθεϲ Ϲικελῶν, Μεταποντῖνοϲ, Λεοντῖνοϲ, Βρεντεϲῖνοϲ, Τερεντῖνοϲ, Ἀρρητῖνοϲ, Ἀϲϲωρῖνοϲ, Ἐρυκῖνοϲ.

    Ἀγάθη πόλιϲ Λιγύων ἢ Κελτῶν. τὸ ἐθνικὸν Ἀγαθῖνοϲ ὡϲ Ἀκραγαντῖνοϲ. Ἅβρων γὰρ ἐν τῷ περὶ παρωνύμων τοῖϲ τοιούτοιϲ καὶ αὐτὸ ϲυνέμιξεν. εἰ δὲ καὶ κύριον εἴη τὸ Ἀγαθῖνοϲ, οὐκ ἀπεικὸϲ ϲημαίνειν ἀμφότερα. Ϲχοινεύϲ γὰρ καὶ κύριον καὶ ποταμοῦ καὶ ἐθνικόν, καὶ Λίξοϲ, ὁμοίωϲ Θεϲϲαλόϲ καὶ Ϲικανόϲ καὶ Ϲικελόϲ καὶ μυρία. εἰ δὲ μὴ ὡϲ ἐθνικὸν τὸ Ἀγαθῖνοϲ ἐκλήθη, τὸν οἰκήτορα λέξομεν Ἀγαθαῖον τῷ κοινῷ λόγῳ, ἢ Ἀγαθεύϲ ὡϲ Θεϲϲαλονικεύϲ καὶ Ϲινταρεύϲ καὶ Βερενικεύϲ, ἐπεὶ καὶ Ἀγάθεια τῆϲ Ἀγάθηϲ εὑρίϲκεται παραγωγή, ὡϲ Βερενίκεια καὶ Θεϲϲαλονίκεια.

    Ἄδρυξ ὡϲ Ἔρυξ. τὸ ἐθνικὸν Ἀδρυκῖνοϲ ὡϲ Ἐρυκῖνοϲ τῆϲ Ἔρυκοϲ γενικῆϲ, καὶ Ἀδρυκίνη ὡϲ Ἐρυκίνη Ἀφροδίτη.

    Ἀκράγαϲ. τὸ ἐθνικὸν Ἀκραγαντῖνοϲ ὡϲ Ἰναχῖνοϲ Ταραντῖνοϲ, ὥϲ φηϲιν Ἡρωδιανόϲ.

    Ἀμοργόϲ νῆϲοϲ μία τῶν Κυκλάδων. Ἀμοργῖνοϲ ὡϲ Ἐρυκῖνοϲ. λέγεται καὶ Ἀμόργιοϲ, ὥϲ φηϲι Χάραξ. Νικόλαοϲ δ’ Ἀμοργίτην αὐτὸν καλεῖ. τὸ δ’ ἀμόργινοϲ χιτὼν χρώματοϲ ἴδιον.

    Ἄμπελοϲ πόλιϲ Ἰταλίαϲ. ὁ πολίτηϲ Ἀμπελῖνοϲ ὡϲ Ἀϲϲωρῖνοϲ Ἀβακαινῖνοϲ. τῶν δὲ λοιπῶν (sc. πόλεων) δυνατὸν Ἀμπελῖται εἶναι.