Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Τυληϲϲόϲ ὄροϲ Ἰταλίαϲ. τὸ τοπικὸν Τυλήϲϲιοϲ. Λυκόφρων (993) « ἄλλοι δὲ πρῶναϲ δυϲβάτουϲ Τυληϲϲίων».

Τύμνοϲ πόλιϲ Καρίαϲ. ὁ πολίτκϲ Τύμνιοϲ. Ἀλέξανδροϲ ἐν τῷ περὶ Καρίαϲ δευτέρῳ.

Τυφρηϲτόϲ πόλιϲ τῆϲ Τραχῖνοϲ. τὸ ἐθνικὸν Τυφρήϲτιοϲ. καὶ τὸ οὐδέτερον Παρθένιοϲ «Τυφρήϲτιον αἶποϲ ».

Ὑπερδέξιον χωρίον Λέϲβου, ἐν ῷ Ζεὺϲ Ὑπερδέξιοϲ καὶ Τπερδεξία Ἀθηνᾶ. ὡϲ οὖν ἀπὸ τοῦ Βυζαντίου Βυζάντιοϲ, οὕτω παρὰ τὸ περδέξιον Ὑπερδέξιοϲ τὸ ἐθνικόν. Νικόλαοϲ δὲ πληθυντικῶϲ Ὑπερδε ξίουϲ φηϲί.

[*](1. 14 Mein. θῆκαι?)
882

Φαλάϲαρνα πόλιϲ Κρήτηϲ. ὁ πολίτηϲ Φαλαϲάρνιοϲ, ὡϲ Ξενίων φηϲίν.

Φλιοῦϲ πόλιϲ Πελοποννήϲου. τὸ ἐθνικὸν Φλιούντιοϲ ἢ Φλιού ϲιοϲ, πλεοναϲμῷ δὲ τοῦ α Φλιάϲιοϲ.

Φυλάκη πόλιϲ Θεϲϲαλίαϲ. τὸ ἐθνικὸν δύναται μὲν διὰ περιφράϲεωϲ ἐκ Φυλάκηϲ, εἴρηται δ’ ὅμωϲ Φυλακήϲιοϲ ὡϲ Ἰθακήϲιοϲ.

Χαδιϲία πόλιϲ Λευκοϲύρων. οἱ πολῖται Χαδίϲιοι καὶ Χαδιϲία τὸ θηλυκόν. Ἀπολλώνιοϲ β’ (1002) «νόϲφι δ’ ἀκοντο —».

Χαλία πόλιϲ Βοιωτίαϲ. τὸ ἐθνικὸν Χάλιοϲ ὡϲ Θεόπομποϲ «ὕϲτερον δὲ οἱ Χαλκιδεῖϲ πολεμήϲαντεϲ Αἰολεῦϲι τοῖϲ τὴν ἤπειρον ἔχουϲι, Χαλίοιϲ καὶ Βοιωτοῖϲ καὶ Ὀρχομενίοιϲ καὶ Θηβαίοιϲ ».

Χαλκηδών πόλιϲ Βιθυνίαϲ. ὁ πολίτηϲ Χαλκηδόνιοϲ. Ϲτράβων ( VII p.320) «Xαλκηδόvιοι ἐπὶ τῆϲ περαίαϲ ἱδρυμένοι πληϲίον οὐ μετέχουϲι τῆϲ εὐπορίαϲ ταύτηϲ ».

Χαονία μέϲη τῆϲ Ἠπείρου. οἱ οἰκήτορεϲ Χάονεϲ. λέγεται καὶ Χαόνιοϲ. Εὐφορίων χιλιάϲι « Ζηνὸϲ Χαονίοιο προμάντιεϲ ηὐδάξαντο ». καὶ Χαονίη τὸ θηλυκόν. Ἀλέξανδροϲ ὁ Ἐφέϲιοϲ ἐν Ἀϲίᾳ καὶ Λιβύῃ «οἱ δὲ κάτω Πελαϲγίδα Χαονίην ». καὶ Χαονῖται, υκόφρων (1046) «τοῦ Χαονίτου νᾶμα Πολυανθέοϲ δρέπων» ὡϲ ἀπὸ τοῦ Χάονοϲ, ὡϲ Αὔϲονοϲ Αὐϲονίτηϲ ὁ αὐτόϲ (593) «τὸν Αὐϲονίτην Πύραμον δομήϲεται». λέγεται καὶ Χαονεύϲ.

Χερρόνηϲοϲ. ὁ πολίτηϲ Χερρονήϲιοϲ. Ἑκαταῖοϲ «Ἀψινθίοιϲι πρὸϲ μεϲημβρίην ὁμουρέουϲι Χερϲονήϲιοι ». Ἡρόδοτοϲ δὲ (ΙX 118) «Xερ ϲον ηϲῖται ἀπὸ τῶν πύργων ἐϲημήναντο τοῖϲι Ἀθηναίοιϲι τὸ γεγονόϲ ». ὧν τὸ θηλυκὸν Εὐριπίδηϲ (Hec. 8) « ὃϲ τὴν ἀρίϲτην Χερϲονηϲίαν πλάκα ».

Χίοϲ. τὸ ἐθνικὸν Χῖοϲ. Θουκυδίδηϲ ὀγδόῃ (c. 5) «Χῖοι δὲ καὶ Ἐρυθραῖοι ἀποϲτῆναι καὶ αὐτοὶ ἕτοιμοι ὄντεϲ» καὶ Ἡρόδοτοϲ πρώτῃ (c. 142) «Χῖοι μὲν καὶ Ἐρυθραῖοι κατὰ τὠυτὸ διαλέγονται ».

Χοραϲμίη πόλιϲ Πάρθων. αὐτοὶ δὲ Χοράϲμιοι, ὡϲ Ἑκαταῖόϲ φηϲι Πάρθων πρὸϲ ἥλιον ἀνίϲχοντα Χοράϲμιοι οἰκέουϲι ». καὶ Ἡρόδοτοϲ τρίτῃ (c. 93) «. Πάρθοι δὲ καὶ Χοράϲμιοι καὶ Ϲόγδοι ». καὶ πάλιν τοῦτο τὸ πεδίον ἦν ποτε Χοραϲμίων ».

Χύτροι ύπρου πόλιϲ. ὁ πολίτηϲ Χύτριοϲ. Ἀλέξανδροϲ ἐν τῷ περὶ Κύπρου « τὴν δὲ Γορδίαν ἀποδοῦναι Χυτρίοιϲ ». καὶ πάλιν «Εὐρυνόην τῶν Χυτρίων βαϲιλεὺϲ ἔγημεν ». ἀναλογεῖ δὲ τὸ ἐθνικὸν πρὸϲ τὸ Χύτροϲ ἑνικόν, ὡϲ Κύπριοϲ πρὸϲ τὸ Κύπροϲ.

ψιττάκη πόλιϲ παρὰ τῷ Τίγριδι. ὁ πολίτηϲ Ψιττάκιοϲ ὡϲ ἀπὸ τοῦ ψιττακίαϲ καρποῦ. τὸ κυριώτερον δὲ ἐθνικὸν Ψιττακηνόϲ διὰ τὸ ἐπιχώριον.

Ψωφίϲ πόλιϲ Ἀρκαδίαϲ. ὁ πολίτηϲ ὤφειλεν εἶναι ωφίτηϲ τῷ [*](1. 8 cetera apud Stephanum perierunt, ita ut nescias, utrum ἀκοντοβόλοι Χαδίϲιαι scripserit, an, ut nunc apud Apollonium legitur, Χαϲδήϲιαι.)

883
τύπῳ τῶν εἰϲ ιϲ ληγόντων. ἀλλὰ γέγονεν ἀπὸ τῆϲ γενικῆϲ ὡϲ τῆϲ Ἀρκάδοϲ Ἀρκάδιοϲ καὶ τῆϲ Αὐλίδοϲ Αὐλίδιοϲ, οὕτω Ψωφῖδοϲ Ψωφί διοϲ. Ἑκαταῖοϲ γενεαλογιῶν δευτέρῳ «κάπροϲ ἦν ἐν τῷ ὄρεϊ καὶ Ψωφιδίουϲ κακὰ πολλὰ ἔοργεν».

Ωλεροϲ Κρητικὴ πόλιϲ. ὁ πολίτηϲ Ὠλέριοϲ καὶ Ὠλερία Ἀθηνᾶ, τὸ οὐδέτερον Ὠλέριον. φηϲὶ γὰρ Ξενίων ἐν Κρητικοῖϲ «τῇ δὲ θεῷ ταύτῃ ἔορτὴν ἄγουϲιν Ἱεραπύτινιοι, τὴν δ’ ἑορτὴν Ὠλέρια προϲαγορεύουϲιν ».

Ὠρύχιον τόποϲ τῆϲ Ἀττικῆϲ. τὸ τοπικὸν Ὠρύχιοϲ. Εὐφορίων Διονύϲῳ «ἴχνοϲ ἂν Ὠρυχίοιϲιν ἐν ἕρκεϲιν ὀκλάϲϲαιντο».

Περὶ τῶν εἰϲ ειο οϲ.

Αὶόλειον τῆϲ Θράκηϲ χερρονήϲου πόλιϲ. τὸ ἐθνικὸν Αἰόλειοϲ ὡϲ Ῥοίτειοϲ καὶ Αἰολήϊοϲ. δύναται δὲ τοῦτο καὶ ἀπὸ τοῦ Αἰολεύϲ εἶναι, ὅθεν καὶ τὸ Αἰόλειον, ὥϲτε γενικὸν εἶναι τοῦ ἔθνουϲ καὶ ἰδικὸν τῆϲ πόλεωϲ, ὡϲ ὁ ἠπειρώτηϲ καὶ ὁ πόντιοϲ τῶν γενικῶν καὶ τῶν ἰδικῶν.