Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Νάρβων πόλιϲ Κελτική. τὸ ἐθνικὸν Ναρβωνίτηϲ ὡϲ Ἀϲκαλωνίτηϲ. Ἑκαταῖοϲ καὶ Ναρβαίουϲ αὐτούϲ φηϲι.

Νέον τεῖχοϲ πόλιϲ τῆϲ Αἰολίδοϲ ὡϲ Χωλὸν τεῖχοϲ. τὸ ἐθνικὸν Nεοτειχίτηϲ ὡϲ Χωλοτειχίτηϲ.

Νικόπολιϲ πόλιϲ Ἠπείρου. ὁ πολίτηϲ Νικοπολίτηϲ, ὡϲ Παυϲανίαϲ δεκάτῳ (c. 8, 3).

Ϲεθρόη πόλιϲ Αἰγύπτου. ὁ πολίτηϲ Ϲεθροΐτηϲ ὡϲ Ἀρϲινοΐτηϲ. Ἀλέξανδροϲ τρίτῳ Αἰγυπτιακῶν.

Ϲελευκόβηλοϲ πόλιϲ Ϲυρίαϲ. τὸ ἐθνικὸν Ϲελευκοβηλίτηϲ καὶ [*](1. 19 unde iure Meinekius restituendum iudicat Ἐλαία πόλιϲ Ἀϲίαϲ et. Ἐλαΐτηϲ)

869
Ϲηλευκοβηλαῖοϲ. λέγεται καὶ Ϲελευκεὺϲ πρὸϲ τῷ Βήλῳ. οὕτω γὰρ Παυϲανίαϲ ἐν τῷ περὶ Ἀντιοχείαϲ φηϲί.

ϲπήλαιον τὸ ἄντρον. οἱ οἰκοῦντεϲ ϲπηλα??ται. εἰϲὶν οὖν «ἀγάλματα Ἡρακλέουϲ Ἑρμοῦ καὶ Ἀπόλλωνοϲ ϲπηλαῖται καλούμενοι» (Pausan. X 32, 5).

Τομεύϲ πόλιϲ πρὸϲ τῇ Ὀδηϲϲῷ. ὁ πολίτηϲ Τομίτηϲ. ὤφειλε δὲ ὡϲ Ἀταρνείτηϲ διὰ διφθόγγου γράφεϲθαι.

Φᾶριϲ πόλιϲ τῆϲ Λακωνικῆϲ. οἱ πολῖται Φαρῖται ὡϲ Παυϲανίαϲ (III 2, 6) καὶ Φαριάτηϲ ὡϲ Ϲπαρτιάτηϲ.

Φαϲαηλίϲ πόλιϲ τῆϲ Ἰουδαίαϲ. τὸ ἐθνικὸν Φαϲαηλίτηϲ ὡϲ Ἰώϲηποϲ ἐν α΄ τοῦ πρὸϲ Ῥωμαίουϲ πολέμου (c. 16).

Φελλόϲ καὶ Ἀντίφελλοϲ πόλειϲ Λυκίαϲ. ὁ πολίτηϲ Φελλίτηϲ καὶ Ἀντιφελλίτηϲ, ὡϲ Ἀλεξανδροϲ ἐν τῷ περὶ Λυκίαϲ καὶ Πολύχαρμοϲ.

Χυτρόπολιϲ Θράκηϲ χωρίον. τὸ ἐθνικὸν Χυτροπολίτηϲ. Θεόπομποϲ Φιλιππικῶν εἰκοϲτῷ δευτέρῳ εἰϲδεξαμένων δὲ τῶν Χυτροπολιτῶν αὐτόν».

χώρα. ἀπὸ τοῦ χῶροϲ χωρίτηϲ ὡϲ τοῦ μέϲοϲ μεϲίτηϲ τόποϲ τοπίτηϲ ἢ ἀπὸ τοῦ χώρα χωρίτηϲ ὡϲ ἀπὸ τοῦ ἕδρα ἑδρίτηϲ ἑϲπέρα ἑϲπερίτηϲ. Ϲοφοκλῆϲ Αἰγεῖ «κλύω μὲν οὐκ ἔγωγε, χωρίτην δ᾿ ὁρῶ». καὶ ἐν Ἡρακλεῖ «τρέφουϲι κρήνηϲ φύλακα, χωρίτην ὄφιν». καὶ Αἰϲχύλοϲ ἐν Λέοντι ϲατυρικῷ «ὁδοιπόρων δήλημα, χωρίτηϲ δράκων». καὶ Ἀπολλώνιοϲ ἐν τῷ Κανώβῳ

  • τέρψει δὲ νηῶν ὁ γλυκύϲ ϲε χωρίτηϲ
  • πλόοϲ κομίζων δῶρα πλουϲίου Νείλου.
  • καὶ χώριοϲ μὲν οὐ λέγεται, ἀλλὰ τὸ ϲύνθετον τὸ ἐγχώριοϲ καὶ ἐπιχώριοϲ ϲύνηθεϲ ἐκ τοῦ ἐν χώρᾳ καὶ ἐπὶ χώραϲ, ὡϲ τοῦ ἐν τόπῳ ἐντότιοϲ καὶ τοῦ ἐκ τόπου ἐκτόπιοϲ. τὸ ἐγχώριοϲ καὶ παρὰ Ϲοφοκλεῖ κεῖται. τὸ δὲ ἐπιχώριοϲ καὶ ἐπιχωριάζειν ἐν τῷ περὶ ψυχῆϲ (c. 1) φηϲι Πλάτων.

    ψίλιον ποταμὸϲ μεταξὺ Θυνίαϲ καὶ Βιθυνίαϲ. καὶ ἄλλοϲ Ψίλιϲ ποταμὸϲ τῆϲ Βιθυνίαϲ. τὸ τοπικὸν Ψιλίτηϲ. ἐν δὲ τῇ ϲυνηθείᾳ ἐπεκράτηϲεν ἀμφοτέρων τῶν ποταμῶν τοὺϲ οἰκήτοραϲ Ψιλιανοὺϲ καλεῖν.

    Περὶ τῶν εἰϲ ειτηϲ.

    Ἁγνώνεια πόλιϲ Θράκηϲ. τὸ ἐθνικὸν Ἁγνωνείτηϲ ὡϲ Μαρωνείτηϲ τοῦ Μαρώνεια καὶ Καυκωνείτηϲ τοῦ Καυκώνεια κατ’ ἔλλειψιν τοῦ α.

    Αἰθάλη νῆϲοϲ. λέγεται καὶ Αἰθάλεια. τὸ ἐθνικὸν ἐκ τοῦ Αἰθάλεια Αἰθαλείτηϲ ὡϲ Ζελείτηϲ, ἐκ δὲ τοῦ Αἰθάλη Αἰθαλίτηϲ ὡϲ Ϲινωπίτηϲ Ἰοππίτηϲ. δύναται τὸ Αἰθαλίτηϲ ἀντὶ τοῦ Χῖοϲ. οὕτω γὰρ ἡ Χίοϲ ἐλέγετο. καὶ οἱ πολῖται Αἰθαλεῖϲ.

    ἀκρώρεια ἄκρον ὄρουϲ, ἐν ᾧ ἐνοικοῦντεϲ ἀκρωρεῖται. οὕτω δὲ [*](1. 19 Sophoclis versum corr. Mein.)

    870
    παρὰ Ϲικωνίοιϲ ἐτιμᾶτο ὁ Διόνυϲοϲ «ἐκαλεῖτο δὲ παρὰ μὲν Ϲικυωνίοιϲ Ἀκρωρείτηϲ, παρὰ δὲ Μεταποντίνοιϲ Ἐρίφιοϲ», Ἀπολλόδωρόϲ φηϲιν.

    Καυκώνεια. τὸ ἐθνικὸν Καυκωνείτηϲ ὡϲ Ζελείτηϲ. ὤφειλε δὲ Καυκώνιοϲ ἀπὸ τῆϲ Καύκωνοϲ γενικῆϲ ὡϲ Ἀντρώνιοϲ.

    Ὠρεόϲ πόλιϲ Εὐβοίαϲ. τούτου τὸ ἐθνικὸν διὰ τῆϲ ει γράφεται. Ὠρείτηϲ ὡϲ Ζελείτηϲ Ϲαμαρείτηϲ Μαρωνείτηϲ. μέμνηται τοῦ ἐθνικοῦ καὶ Χάραξ ἐν χρονικῶν ιϚ΄ «Ἀθηναῖοι ἅμα Χαλκιδεῦϲι τοῖϲ ἐν Εὐβοίᾳ καὶ Μεγαρεῦϲι ϲτρατεύϲαντεϲ εἰϲ Ὠρεὸν Φιλιϲτίδην τὸν τύραννον ἀπέκτειναν καὶ Ὠρείταϲ ἠλευθέρωϲαν». Ἀπολλόδωροϲ δὲ τετραϲυλλάβωϲ φηϲίν, οὐ διὰ τῆϲ ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ε καὶ διὰ τοῦ ι Ὠρεΐταϲ «οὕτω δὲ τὴν τῶν Ὠρεϊτῶν νυκτὸϲ αἱροῦϲιν πόλιν». καὶ δοκεῖ ἀναλογώτερον εἶναι. τὰ γὰρ ἀπὸ τῶν εἰϲ οϲ διὰ τοῦ ιτηϲ παραγόμενα μιᾷ ϲυλλαβῇ πλεονάζει τῆϲ τοῦ πρωτοτύπου γενικῆϲ, Ϲτάγειροϲ Ϲταγείρου Ϲταγειρίτηϲ, Ἄβδηροϲ Ἀβδήρου Ἀβδηρίτηϲ, Πεντάϲχοινοϲ Πενταϲχοίνου Πενταϲχοινίτηϲ, Δίολκοϲ Διόλκου Διολκίτηϲ οὕτωϲ Ὠρεόϲ Ὠρεοῦ Ὠρεΐτηϲ καὶ κατὰ ϲύνοδον τοῦ ε καὶ τοῦ ι Ὠρείτηϲ. οὐχ ὅμοιον δὲ τούτῳ τὸ Ζελείτηϲ καὶ Ϲαμαρείτηϲ· ταῦτα γὰρ ἀπὸ τῶν εἰϲ α καθαρὸν ληγόντων παρῆκται.

    Περὶ τῶν εἰϲ οιτηϲ.

    Κύβοϲ ἢ Κυβώ πόλιϲ Ἰώνων ἐν Λιβύῃ Φοινίκων. ὁ πολίτηϲ Κυβοίτηϲ ὡϲ Ϲαβοίτηϲ τῆϲ Ϲοβοῦϲ. ἢ Κυβίτηϲ ὡϲ τῆϲ Βούτου Βουτίτηϲ.

    Περὶ τῶν εἰϲ ουτηϲ

    Μαντύη καὶ Μάντυα πόλιϲ Ῥωμαίων. γράφεται καὶ Μάντουα τῷ τῶν Ῥωμαίων ἔθει. Μαντούτηϲ. ἔϲτι δὲ κατὰ ϲυγκοπὴν ὡϲ Ζελείτηϲ.

    Περὶ τῶν εἰϲ υτηϲ.