Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἀρϲινόη. τὸ ἐθνικὸν Ἀρϲινοΐτηϲ καὶ Ἀρϲινοεύϲ ἐπὶ τῆϲ Αἰτωλικῆϲ, ὡϲ Πολύβιοϲ ἐνάτῳ. ἀλλὰ καὶ τῆϲ ἐν Λιβύῃ Ἀρϲινοεύϲ, ὡϲ Ἀλέξανδροϲ ἐν Λιβυκῶν τρίτῳ.

Ἀϲκάλων πόλιϲ Ϲυρίαϲ. τὸ ἐθνικὸν Ἀϲκαλωνίτηϲ καὶ Ἀϲκα λώνιοϲ παρὰ τὸ Ἀϲκαλώνιον, ὡϲ Ξάνθοϲ ὁ Λυδόϲ, καὶ Ἀϲκαλωνίϲ θηλυκόν. παρὰ δ’ Ἐὐδόξῳ διὰ τῆϲ αι ἐν τῷ α΄. καὶ κατὰ τὴν Ἀλεξανδρέων ϲυνήθειαν Ἀϲκαλωναῖα κεράμια.

Ἄϲκλοϲ πόλιϲ Ἰταλίαϲ. ἔϲτι καὶ οὐδέτερον. τὸ ἐθνικὸν Ἀϲκλί τηϲ ὡϲ λίκνον λικνίτηϲ καὶ ὁπλίτηϲ.

Ἀϲπίϲ πόλιϲ Λιβύηϲ. τὸ ἐθνικὸν δύναται Ἀϲπιδίτηϲ τῷ ἔθει τῶν Αἰθιοπικῶν πόλεων καὶ Λιβυϲϲῶν.

ἄϲτυ. ὁ πολίτηϲ ἀϲτόϲ καὶ ἀϲτή καὶ ἀϲτόν. ἀπὸ τοῦ ἀϲτόϲ ὁ ἀϲτίτηϲ. Ϲοφοκλῆϲ Ἀλεξάνδρῳ «οὐ γάρ τι θεϲμὰ τοῖϲιν ἀϲτίταιϲ πρέπει». καὶ «βοτῆρα νικᾶν ἄνδραϲ ἀϲτίταϲ. τί γάρ;» ἐντεῦθεν καὶ τὸ ἐν τῇ ϲυνηθείᾳ προαϲτίτηϲ. οὐ γὰρ παρὰ τὸ προάϲτιον. ἦν γὰρ προαϲτιεύϲ ὡϲ Δουλιχιεύϲ, ἢ προάϲτιοϲ ὡϲ Βυζάντιοϲ. οὕτω γὰρ καὶ τὸ θηλυκὸν εὑρίϲκεται προαϲτία γῆ ἐν Φρίξῳ Ϲοφοκλέουϲ «ὅρια κελεύθου τῆϲδε γῆϲ προαϲτίαϲ».

Αὔγιλα οὐδετέρωϲ πόλιϲ Λιβύηϲ. τὸ ἐθνικὸν Αὐγιλίτηϲ διὰ τὸ ἐπιχώριον ὡϲ Γάβαλα Γαβαλίτηϲ.

Ἀφάκη πόλιϲ Λιβύηϲ. τὸ ἐθνικὸν Ἀφακίτηϲ διὰ τὸ ἴδιον τῆϲ χώραϲ.

Βέμβινα κώμη τῆϲ Νεμέαϲ. ὁ πολίτηϲ Βεμβινίτηϲ ὡϲ Ϲταγειρίτηϲ. παρὰ δὲ Ῥιανῷ Βεμβινάτηϲ. ἔοικεν οὖν ὡϲ Αἰγινάτηϲ καὶ Αἰγινήτηϲ κατὰ τροπήν, ὡϲ Πανύαϲιϲ ἐν Ἡρακλείαϲ πρώτῃ «δέρμα τε θήρειον Βεμ βινήταο λέοντοϲ ». καὶ ἄλλωϲ «καὶ Βεμβινήταο πελώρου δέρμα λέοντοϲ».

Βιθυόπολιϲ. τὸ ἐθνικὸν ὤφειλε Βιθυοπολίτηϲ. εὗρον δὲ Βιθυ νιαπολίτηϲ παρὰ Ἀρριανῷ ἐν πέμπτῳ Βιθυνιακῶν. δεῖ δὲ τοῦ Βιθυνόπολιϲ Βιθυνοπολίτηϲ.

Βορυϲθένηϲ. ὁ πολίτηϲ Βορυϲθενίτηϲ καὶ τὸ θηλυκὸν Βορυϲθενῖτιϲ, οὐκ ἀπὸ τῆϲ πόλεωϲ, ἀλλ’ ἀπὸ τοῦ ποταμοῦ. βούλεται δὲ τὴν ει δίφθογγον ἔχειν ἐν τῇ παραληγούϲῃ. ἀπὸ γὰρ τῆϲ εἰϲ οϲ εὐθείαϲ ἡ διὰ τοῦ ιτηϲ παραγωγὴ πλεονάζει μιᾷ ϲυλλαβῇ, ὡϲ τόποϲ τοπίτηϲ, Κανωπίτηϲ ὁ Ἄδωνιϲ παρὰ Παρθενίῳ. τὸ δὲ Ἰήτηϲ ἀπὸ τῆϲ Ἴου διὰ τὸ ι ἐξηνέχθη διὰ τοῦ η. καὶ ἀπὸ γενικῆϲ Ἀϲκάλωνοϲ Ἀϲκαλωνίτηϲ, Ἕλεοϲ Ἑλεΐτηϲ καὶ Ἑλείτηϲ ὁ τὸ Ἕλοϲ οἰκῶν, Ὠρεόϲ Ὠρεΐτηϲ καὶ Ὠρείτηϲ. ἔδει οὖν καὶ Βορυϲθενείτηϲ διὰ διφθόγγου· οὐ γὰρ ὅμοιον τῷ τεμενίτηϲ οὐδὲ τῷ ἑρκίτηϲ. οὐ γὰρ ἀπὸ τῆϲ γενικῆϲ ἀλλ’ ἀπὸ τῆϲ εἰϲ οϲ εὐθείαϲ ταῦτα καὶ εἰκότωϲ ἔχει τὸ i τὸ δὲ Βορυϲθένηϲ οὐκ εἰϲ οϲ λήγει. τί οὖν ἐροῦμεν; ὅτι ἠκολούθηϲε τῷ πλείονι χαρακτῆρι διὰ

867
τοῦ ι. τὰ γὰρ διὰ διφθόγγου ὀλίγα, Ζελείτηϲ, Ϲαμαρείτηϲ, Δικαιαρχείτηϲ, Μαρωνείτηϲ.

Βούβαϲτοϲ πόλιϲ Αἰγύπτου. τὸ ἐθνικὸν Βουβαϲτίτηϲ. λέγεται καὶ Βουβάϲτιοϲ παρὰ Θεοπόμπῳ.

Βυζακίϲ χώρα περὶ τὰϲ Ϲύρτειϲ. τὸ ἐθνικὸν τῷ τύπῳ Βυζακίτηϲ ἂν εἴη, νῦν δὲ Βυζακηνοί λέγονται τῷ δυτικῷ χαρακτῆρι καὶ ἱμάτια δ᾿ ἐκεῖθεν Βυζακηνά.

Γάβαλα πόλιϲ Φοινίκηϲ. ὁ οἰκήτωρ Γαβαλίτηϲ, ἀλλὰ καὶ Γαβαλεύϲ ὡϲ Μεγαρεύϲ.

Γάβιοι πόλιϲ Λατίνων. τὸ ἐθνικὸν Γαβῖται. δυνατὸν καὶ Γαβίουϲ βίουϲ, ὡϲ Διονύϲιοϲ ἐν τετάρτῳ Ῥωμαικῆϲ ἀρχαιολογίαϲ ἀμφότερα καὶ τὴν πόλιν καὶ τοὺϲ οἰκήτοροϲ καλεῖ.

Διὸϲ ἱερόν πολίχνιον Ἰωνίαϲ. τὸ ἐθνικὸν Διοϲιερίτηϲ ὡϲ Φλέγων ἐν πρώτῃ Ὀλυμπιάδων.

Ἕλβονθιϲ πόλιϲ μεταξὺ Αἰγύπτου καὶ Κυρήνηϲ. τὸ ἐθνικὸν Ἐλβονθίτηϲ ὡϲ Φλέγων.

Ἑλληνικόν καὶ Καρικόν τόποι ἐν Μεμφίδι, ἀφ᾿ ὧν Ἑλληνομεμφῖται καὶ Καρομεμφῖται, ὡϲ Ἀριϲταγόραϲ.

Ἕλωροϲ πόλιϲ Ϲικελίαϲ. ὁ πολίτηϲ Ἐλωρίτηϲ. Θουκυδίδηϲ δὲ ἐν ἑβδόμῃ (c. 80) καὶ Ἐλωρίνην ὁδόν φηϲιν.

Ἑϲπερίϲ πόλιϲ Λιβύηϲ. ὁ πολίτηϲ Ἑϲπερίτηϲ. Καλλίμαχοϲ ἐν τοῖϲ ἐπιγράμμαϲιν.

Εὔτρηϲιϲ κώμη Βοιωτίαϲ. ὁ κωμήτηϲ Εὐτρηϲίτηϲ. τὸ γὰρ Εὐτρήϲιοι πόλιϲ Ἀρκαδίαϲ καὶ οὐκ ἐθνικόν.