Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Π. Pros. Ν 102 φυζακινῇϲ ὁμοίωϲ ἀναγνωϲτέον τῷ ἐαρινῇϲ. πῶϲ δ’ ἐϲχημάτιϲται, δεδήλωται ἐν τῷ περὶ παρωνύμων.

Schol. ad Dionys., Βekk. An. 850, 28: τὰ εἰϲ ὄηϲ ἀποβάλλοντα τὴν δη ποιεῖ θηλυκόν, Τανταλίδηϲ Τανταλίϲ,Πηληϊάδηϲ Πηλϊάϲ, Αἰνειάδηϲ Αἰνειάϲ —καὶ τὸ μὲν Χρυϲηΐϲ καὶ Nηρηΐϲ ἀπὸ τοῦ Χρυϲεύϲ Νηρεύϲ· τὸ δὲ Εὐξαντιάϲ ἀπὸ τοῦ Εὐξάντιοϲ. τὸ δὲ Εὐξαντίδοϲ παρὰ Καλλιμάχ ὕφεϲιν ἔχει τοῦ α. τὸ Ἑλικωνιάϲ πλεονάζει. οὕτωϲ ἀπὸ τῶν εἰϲ δηϲ ἀρϲενικῶν ϲχηματίζουϲι τὰ θηλυκὰ πατρωνυμικὰ οἱ περὶ Ἀπολλώνιον. Ἡρωδιανῷ δὲ τοῦτο οὐ δοκεῖ φάϲκοντι μὴ δύναϲθαι τοιοῦτον παραϲχηματιϲμὸν εἶναι διὰ τὴν κατάληξιν, διὰ τὸν χρόνον, διὰ τὴν γένεϲιν. τὰ γὰρ παρεϲχηματιϲμένα ἀρϲενικοῖϲ ἀπὸ τῆϲ γενικῆϲ κανονίζεται. ἐκ μὲν μακροκαταλήκτου γίνεται μακροκατάληκτα οἷον φίλου φίλη καὶ [*](1. 13 post διφρεύω omisi verba χωρὶϲ τῶν ἀπὸ μελλόντων γινομένων ἀποβολῇ τὸῦ ω οἶον ἐλπίζω ἐλπίϲω ἐλπίϲ, ἰϲχύω ἰϲχύϲω ἰϲχύϲ, quae ab Herodiani, qui potius verba ex nominibus propagavit, doctrina abhorrent. Reliqu ab Herodiano profecta esse demonstrari potest, de μόνοϲ μονῶ ef. Arcad. 149 περιϲπᾶται τὰ ἔχοντα προυπάρχοντα ὀνόματα φόβοϲ φοβῶ, κόποϲ κοπῶ, κτύποϲ κτυπῶ, a qua norma declinasse Herodianum in Schol. Dionys. 649 ὅροϲ ab ὁρῶ ducentem monuit Lobeck. Rhemat. p. 288. De λέγω λόγοϲ, φέρω φόροϲ cf. Arcad. 68 17. l. 18 cf. περὶ ποϲότητοϲ p. 297, 28 τὰ εἰϲ νοϲ ὀξύτονα παρώνυμα διὰ τῆϲ εῖ διφθόγγου γράφεται εἰ μὴ καιρὸν ϲημαίνει οἶον ἐλεεινόϲ, ὀρεινόϲ, φωτεινόϲ, τὸ δὲ χειμερινόϲ θερινόϲ ἐπὶ καιροῦ διὰ τοῦ ῑ —p. 298, 9 τὸ φυζακινόϲ λεπτακινόϲ διὰ τοῦ ῑ γραφόμενα οὐκ ἀντίκειται ἡμὶν. ἀπὸ οὖν τοῦ φύζα τοῦ ϲημαίνοντοϲ τὴν φυγήν γέγονε φυζεινόϲ διὰ τῆϲ ει διφθόγγου καὶ κατὰ πλεοναϲμὸν τοῦ ακ γέγονε φυζακινόϲ διὰ τοῦ ῑ τὸ λεπτακινόϲ καὶ αὐτὸ γέγονεν ἀπὸ τοῦ λεπτόϲ λεπτεινόϲ διὰ διφθόγγου καὶ κατὰ πλεοναϲμὸν τοῦ ακ λεπτακινόϲ διὰ τοῦ ῑ. l. 21 cf. Lobeck. Proll. p. 48.)

850
βραχυκαταλήκτου ὁμοίωϲ μέλανοϲ μέλαινα. εἰ οὖν Πριαμίδου, πῶϲ μὴ εἰϲ η τὸ θηλυκόν, οὐ γὰρ καθαρὸν ἢ τὸ ρ ἔχει ὡϲ τὸ ῥοδιά φοβερά. πῶϲ καὶ εἰϲ ιϲ καὶ βραχύ; πῶϲ δὲ καὶ τὸ νοητὸν ἔχει; Πριαμίϲ γὰρ οὐχ ἡ Πριαμίδου. οὐκοῦν ἀπὸ γενικῆϲ τοῦ πρωτοτύπου καὶ τὸ Πριαμίδηϲ καὶ τὸ Πριαμίϲ καὶ τὸ Θηϲηΐϲ ἡ Θηϲέωϲ θυγάτηρ.

Steph. Βyz. 3, 12, Mein.: δοκεῖ ἀπὸ τοῦ Ἀβάντιοϲ εἶναι τὸ Ἀβαντιάϲ ὡϲ ἀπὸ τοῦ Ἑλικώνιοϲ Ἑικωνιάϲ, Ὀλύμπιοϲ Ὀλυμπιάϲ, Δήλιοϲ Δηλιάϲ. τὸ δὲ Ἀβαντίϲ ἀπὸ τῆϲ Ἄβαντοϲ γενικῆϲ ὡϲ Ἑλικωνίϲ τῆϲ λικῶνοϲ, Βίϲτονοϲ Βιϲτονίϲ, Αὔϲονοϲ Αὐϲονίϲ. ἴϲωϲ δὲ καὶ τὸ Ἀβαντιάϲ ἀπὸ τοῦ Ἀβαντίϲ παρήχθη ὡϲ ἀπὸ τοῦ Λέϲβοϲ Λεϲβίϲ Λεϲβιάϲ, Ἀχαιΐϲ Ἀχαιιάϲ Ἀχαιιάδων εὐπέπλων» (Ε 424. φ 160). μαρτυρεῖ δὲ τῷ προτέρῳ λόγῳ ἀπὸ τοῦ Ἀβάντιοϲ Ἀβαντιάϲ τὸ Ἀβαντία θηλυκόν, ὅπερ κατὰ βαρβαρικὴν τροπὴν τοῦ β εἰϲ μ Ἀλμαντία ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήϲει.

E.M.175, 30: Ἀφαρεύϲ: ὁ ἥρωϲ Ἀφαρῆά τε Δηΐπϲρόν τε (Ι 83). ὁ δὲ Ἀπολλώνιοϲ (Ι 151) καὶ Πνδαροϲ (Nem. 10, 65) Ἀφάρηϲ ὑποτιθέαϲι τὴν εὐθεῖαν. εἴρηται οὖν παρὰ τὸ φάροϲ τὸ παρὰ τοῖϲ Ἀττικοῖϲ ϲυϲτελλόμενον καὶ ἐν παραγωγῇ Ἀφαρεύϲ. ὁ δὲ Ἡρωδιανόϲ φηϲι τὰ τοιαῦτα τῶν ὀνομάτων παρὰ τῆϲ Ἄρηϲ ϲυγκεῖϲθαι, Τυνδάρηϲ Ἀμφιάρηϲ καὶ Ἀμφιάραοϲ. γέγονεν οὖν καὶ τὸ Ἀφάρηϲ οὕτωϲ. εἶτα παρώνυμον Ἀφαρεύϲ. ὁ δὲ Κράτηϲ παρὰ τὸ ἄφαρ ἐπίρρημα.

E. M. 387, 44 ἐτώϲιον: ἐκ τοῦ ἔω τὸ ὑπάρχω ἐτόϲ ὁ ἀληθήϲ. μετὰ τοῦ ϲτερητικοῦ α ἄετοϲ, τὸ πληθυντικὸν ἄετοι ἀετῶν ἀετώϲιοϲ καὶ ἀφαιρέϲει ἐτώϲιοϲ. κανῶν γάρ ἐϲτιν ὁ λέγων, αἱ διὰ τοῦ ιοϲ γινόμεναι παραγωγαὶ ἀπὸ γενικῆϲ τῶν πληθυντικῶν διχῶϲ ϲχηματίζονται καὶ διὰ τοῦ ϲ καὶ διὰ τοῦ ν ἡ μὲν τῶν Ῥηγίνων διάλεκτοϲ διὰ τοῦ ϲ ὡϲ ἐτώϲιοϲ. ἡ δὲ τῶν Αἰολέων διὰ τοῦ ν ὡϲ Ἑλικώνιοϲ.