Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

τὰ εἰϲ μι ὑπέλαβον τινὲϲ Αἰολικὰ εἶναι, ἐπειδὴ πολλὰ παῤ αὐτῶν εὑρίϲκεται εἰϲ μι, τὸ γὰρ γελῶ γέλαιμι λέγουϲι καὶ τὸ δοκιμῶ δοκίμωμι ἐπειδὴ γὰρ οἱ Αἰολεῖϲ βαρυντικοί εἰϲι (τὸ γὰρ Ἀτρεύϲ Ἄτρευϲ λέγουϲι), τὰ δὲ εἰϲ μι ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, εἶμι ὃ ϲημαίνει τὸ πορεύομαι, χωρίϲ τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω καὶ τοῦ φημί καί τοῦ ἠμί τοῦ ϲημαίνοντοϲ τὸ λέγω, ὅπερ ἀπὸ τοῦ φημί γέγονε κατὰ ἀποβολὴν τοῦ φ, τούτου χάριν οἱ Αἰολεῖϲ τὰ εἰϲ ω περιϲπώμενα μεταποιοῦϲιν εἰϲ μι, ἵνα μεταδιώξωϲι χαρακτῆρα ἀποϲτρεφόμενον τὴν ὀξεῖαν τάϲιν. ἰϲτέον δὲ ὅτι ἐλέγχεται ἀπὸ πλείϲτων μὴ ὄντα Αἰολικά· καὶ γὰρ ἀπὸ τόνου καὶ ἀπὸ κλίϲεωϲ καὶ ἀπὸ γραφῆϲ καὶ ἀπὸ πνεύματοϲ καὶ ἀπὸ ποϲότητοϲ ϲυλλαβῶν καὶ ἀπὸ τῶν πρωτοτύπων. καὶ ἀπὸ μὲν τοῦ τόνου, ὅτι πᾶϲαν λέξιν ὑπὲρ μίαν ϲυλλαβὴν παρ’ ἡμῖν ὀξύτονον βαρύνουϲι, χωρὶϲ τῶν προθέϲεων καὶ τῶν ϲυνδέϲμων οἷον Ἀχιλλεύϲ, ϲοφόϲ, Ἀχίλλευϲ, ϲόφοϲ· τὸ δὲ ἠμί καὶ τὸ φημί ὀξύνεται, δῆλον οὖν ὅτι οὐκ ἔϲτι Αἰολικά. πρόϲκειται «χωρὶϲ τῶν προθέϲεων καὶ τῶν ϲυνδέϲμων», ἐπειδὴ ἐπὶ τούτων οἱ Αἰολεῖϲ φυλάττουϲι τὴν ὀξεῖαν τάϲιν οἶον ἀνά, κατά, ἀτάρ, αὐτάρ. ἀπὸ δὲ κλίϲεωϲ δείκνυται μὴ ὄντα Αἰολικὰ τὰ εἰϲ μι, ὅτι τὰ εἰϲ μι ἐν τῷ δευτέρῳ προϲώπῳ παρ’ ἡμῖν προϲλαμβάνοντα τὸ ῑ τὸ τρίτον ποιεῖ οἷον τίθημι τίθηϲ τίθηϲι τὰ δὲ Αἰολικὰ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὰ τρίτα οἷον γέλαιμι γέλαιϲ γέλαι δῆλον οὖν ὅτι οὐκ ἔϲτιν Αἰολικά. ἀπὸ γραφῆϲ δέ, ὅτι τὰ εἰϲ μι οὐ θέλει παρ’ ἡμῖν διφθόγγῳ παραλήγεϲθαι οἶον τίθημι, δίδωμι· ϲεϲημειωμένου τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω καὶ τοῦ εἶμι τοῦ ϲημαίνοντοϲ τὸ πορεύομαι· παρὰ δὲ τοῖϲ Αἰολεῦϲι πολλὰ εὑρίϲκεται διφθόγγῳ παραληγόμενα οἶον ἵϲταιμι, κίχραιμι, γέλαιμι διὰ τῆϲ αι διφθόγγου δῆλον οὖν ὅτι οὐκ ἐϲτιν Αἰολικά. ἀπὸ πνεύματοϲ δέ, ὅτι οἱ Αἰολεῖϲ ψιλωτικοί ἐϲτιν οἷον ὔμμεϲ, ἄμμιν· τὸ δὲ ἵημι καὶ ἵϲτημι δαϲύνεται· ἄρα οὐκ ἔϲτι τὰ εἰϲ μι Αἰολικά. ἀπὸ ποϲότητοϲ δὲ ϲυλλαβῶν, ὅτι οὐδέποτε παρ’ ἡμῖν τὰ εἰϲ μι ἁπλᾶ ὄντα ὑπερβαίνει. τὰϲ τρεῖϲ ϲυλλαβὰϲ οἶον τίθημι, δίδωμι, ὄμνυμι, χωρὶϲ τοῦ ὀρέγνυμι καὶ κορέννυμι καὶ πετάννυμι καὶ ὀμόργνυμι καὶ ὀνίνημι ὃ ϲημαίνει τὸ ὠφελῶ· παρὰ δὲ τοῖϲ Αἰολεῦϲι πολλάκιϲ εὑρίϲκεται εἰϲ μι ὑπερβαίνοντα τὰϲ τρεῖϲ ϲυλλαβὰϲ οἷον ἐλευθέρωμι, δοκίμωμι· δῆλον οὖν οὐκ ἔϲτιν Αἰολικὰ τὰ εἰϲ μι. πρόϲκειται «ἁπλᾶ ὄντα» διὰ τὸ ἀποδίδωμι καὶ ϲυνίϲτημι καὶ ἀποτίθημι· ταῦτα γὰρ ὑπερβαίνει τὰϲ τρεῖϲ ϲυλλαβὰϲ ἀλλ’ οὐκ ἔϲτιν ἁπλᾶ. ἀπὸ τῶν πρωτοτύπων δείκνυται, ὅτι οὐδέποτε παρὰ τοῖϲ Αἰολεῦϲιν ἀπὸ βαρυτόνων γίνεται τὰ εἰϲ μι, ἀλλ’ ἀπὸ τῶν περιϲπωμένων οἶον ἐλευθερῶ ἐλευθέρωμι, δοκιψιῶ δοκίμωμι, γελῶ γέλαιμι· καὶ ἡ αἰτία δήλη ἐϲτίν· ἐπειδὴ γάρ, ὡϲ προείρηται, οἱ Αἰολεῖϲ βαρυντικοί εἰϲι, τὰ δὲ εἰϲ μι ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, χωρὶϲ τοῦ φημί καὶ ἠμί καὶ εἰμί τὸ ὑπάρχω, τούτου χάριν τὰ εἰϲ υ περιϲπώμενα μεταποιοῦϲιν εἰϲ μι, ἵνα μεταδιώξωϲι χαρακτῆρα

826
ἀποϲτρεφόμενον τήν ὀξεῖαν τάϲιν ἐπὶ γὰρ τῶν βαρυτόνων οὐδὲν τοιοῦτον ποιοῦϲιν, ἐπειδὴ καὶ χωρὶϲ τοῦ ποιῆϲαι ταῦτα εἰϲ μι τὸ ϲπουδαζόμενον ἔχουϲι, φημὶ δὴ τὴν βαρεῖαν τάϲιν· παρ’ ἡμῖν δὲ καὶ ἀπὸ βαρυτόνων γίνεται τὰ εἰϲ μι ὡϲ τὸ ἀπὸ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ οἶον ζευγνύω ζεύγνυμι· ἄρα οὖν οὐκ ἔϲτιν Αἰολικά. δέδεικται οὖν διὰ πάντων, ὅτι τὰ εἰϲ μι οὐκ ἔϲτιν Αἰολικά.

Ἰϲτέον δὲ ὅτι τὰ εἰϲ μι παραγωγά ἐϲτι. δεῖ δὲ γινώϲκειν, ὅτι τὸ δίδωμι ἐπὶ τοῦ παρέχω τρίτηϲ ἐϲτὶ ϲυζυγίαϲ τῶν εἰϲ μι ἐπὶ γὰρ τοῦ δεϲμεύω πρώτηϲ ἐϲτὶ ϲυζυγίαϲ οἶον διδῶ διδεῖϲ δίδημι, ἀντὶ τοῦ δεϲμεύω, ὅθεν δήϲω ὁ μέλλων, ὡϲ θήϲω, καὶ ἔδηϲα ἀόριϲτοϲ, καὶ δέδεκα ὁ ἐνεργητικὸϲ παρακείμενοϲ, καὶ δέδεμαι ὁ παθητικὸϲ καὶ ἐδέθην ὁ πρῶτοϲ ἀόριϲτοϲ. ἰϲτέον ὅτι τῆϲ τρίτηϲ ἐϲτὶ ϲυζυγίαϲ οὐδαμοῦ ὁ ἐνεϲτώϲ, πλὴν τοῦ δίδωμι. πρόϲκειται «ἐνεϲτῶτοϲ» διὰ τὸ ἐβίων καὶ ἥλων δευτέρου ἀορίϲτου ταῦτα τρίτηϲ ϲυζυγίαϲ ἐϲτὶ τῶν εἰϲ μι, ὡϲ ἀπὸ τοῦ βίωμι καὶ ἅλωμι, ἀλλ᾿  οἱ ἐνεϲτῶτεϲ οὗτοι, φημὶ δὴ ὁ βίωμι καὶ ἅλωμι, οὐχ εὑρίϲκονται ἐν χρήϲει ὡϲαύτωϲ δὲ καὶ τοῦ ἔγνων δευτέρου ἀορίϲτου οὐχ εὕρηται ἐν χρήϲει ὁ ἐνεϲτὼϲ ὁ γνῶμι. ἡ δὲ τετάρτη ϲυζυγία τῶν εἰϲ μι μὴ ἔχουϲα τετάρτην ϲυζυγίαν τῶν περιϲπομένων, ἐξ ἧϲ ὤφειλε παραχθῆναι, ἀπὸ τῆϲ ἕκτηϲ τῶν βαρυτόνων παράγεται, οἶον ἀπὸ τοῦ πηγνύω πήγνυμι· καὶ εὐλόγωϲ ἀπὸ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων ἡ τετάρτη ϲυζυγία τῶν εἰϲ μι, ἐπειδὴ καὶ αἰ τρεῖϲ ϲυζυγίαι τῶν περιϲπωμένων ὅϲον κατὰ τὴν ἐντέλειαν τῆϲ ἕκτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων εἰϲί. τὸ γὰρ τιθῶ ἀπὸ τοῦ τιθέω ἐϲτὶ καὶ τὸ ϲτῶ ἀπὸ τοῦ ἱϲτάω καὶ τὸ διδῶ ἀπὸ τοῦ διδόω· τὸ δὲ τιθέω καὶ ἱϲτάω καὶ διδόω ἕκτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων ἐϲτί. παράγεται δὲ ἐκ τῶν τριῶν ϲυζυγιῶν τῶν περιϲπωμένων τὰ εἰϲ μι καὶ τούτου χάριν καὶ ἀπὸ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων ἡ τετάρτη ϲυζυγία τῶν εἰϲ μι· ἐπειδὴ γὰρ τὰ εἰϲ μι οὐ θέλει ϲυμφώνῳ παραλήγεϲθαι οἶον τίθημι, πλὴν τοῦ ἐϲμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω, ὅπερ οὐδὲ εὑρίϲκεται ἐν χρήϲει, ἀλλ’ ὑπόμνηϲιν αὐτοῦ ἔχομεν τὸ ἐϲϲί. ἐπειδὴ οὖν ἡ μὲν ἕκτη ϲυζυγία τῶν βαρυτόνων διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, αἱ δὲ ἄλλαι ϲυζυγίαι τῶν βαρυτόνων διὰ ϲυμφώνων, εἰκότωϲ ἀπὸ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ τῶν βαρυτόνων παράγεται τὰ εἰϲ μι οἶον ὀλλύω, ὄλλυμι καὶ οὐκ ἀπὸ τῶν λοιπῶν ϲυζυγιῶν τῶν βαρυτόνων, οἷον ἀπὸ τοῦ λέγω καὶ φέρω τροπῇ τοῦ ω εἰϲ μι λέγμι καὶ φέρμι· ἤμελλε γὰρ ϲυμφώνῳ παραλήγεϲθαι, ὅπερ ἐϲτὶν ἀδύνατον. Εἰ δέ τιϲ εἴποι, διὰ τ γὰρ μὴ ὡϲ ἐκ τοῦ τιθῶ καὶ διδῶ καὶ ἱϲτῶ γέγονε τίθημι καὶ δίδωμι καὶ ἵϲτημι, οὕτωϲ καὶ ἀπὸ τοῦ λέγω λέγημι, φέρω φέρημι, οὕτω γὰρ ἐὰν γένηται, οὐκέτι εὑρίϲκηται ϲυμφώνῳ παραληγόμενα; λέγομεν, ὅτι οὐ δύναται οὕτω γενέϲθαι, ἐπειδὴ τὰ εἰϲ μι, ἐὰν μὲν ἀπὸ βαρυτόνων παραχθῇ, ἰϲοϲυλλαβεῖν θέλει τοῖϲ ἰδίοιϲ πρωτοτύποιϲ οἷον ζευγνύω ζεύγνυμι· εἰ δὲ ἀπὸ περιϲπωμένων, μιᾷ ϲυλλαβῇ περιττεύει τῶν ἰδίων πρωτοτύπων οἶον τιθῶ τίθημι, ἱϲτῶ ἵϲτημι· ἐὰν οὖν ταῦτα γένηται λέγημι καὶ φέρημι, μέλλει περιττοϲυλλαβεῖν τῶν ἰδίων πρωτοτύπων τοῦ λέγω καὶ φέρω, ἀπὸ βαρυτόνων παραχθέντα.

θέλει δὲ τὰ εἰϲ μι φύϲει μακρᾷ παραλήγεϲθαι. καὶ παραλήγονται ἡ μὲν α΄ καὶ β΄ ϲυζυγία τῶν εἰϲ μι τῷ η οἷον τιθῶ τιθεῖϲ τίθημι, ἱϲτῶ ἱϲτᾷϲ ἵϲτημι, ἀλλ’ ἐν τῇ ϲυϲτολῇ διαφέρουϲιν· ἡ μὲν γὰρ πρώτη ϲυζυγία τῶν εἰϲ μι διὰ τοῦ ε ϲυϲτέλλεται ἐν τοῖϲ πληθυντικοῖϲ οἶον τίθεμεν, ἀφίεμεν· ἡ δὲ δευτέρα διὰ τοῦ ᾱ ϲυνεϲταλμένου, ἵϲταμεν, κίχραμεν· ἠ δὲ γ΄ παραλήγεται τῷ ω οἶον δίδωμι, ὅπερ ϲυϲτελλόμενον διὰ τοῦ ο ϲυϲτέλλεται ἐν τοῖϲ πληθυντικοῖϲ οἶον δίδομεν ἡ δὲ δ’ διχρόνῳ ἐκτεταμένῳ παραλήγεται οἷον ζευγνύω ζεύγνυμι, ὄλλυμι· ϲυϲτελλομένη δὲ τὸ δίχρονον μόνον ϲυϲτέλλει οἶον ζεύγνυμεν, πήγνυμεν, διὰ ϲυνεϲταλμένου τοῦ υ. εὐλόγωϲ δὲ ἡ μὲν α΄ ϲυζυγία τῶν εἰϲ μι τῷ η παραλήγεται [*](1. 25 posui ἐϲμί pro εἰμί, cui Gaisf. substituere vult ἐμμί. l. 45 οὐ post ὅπερ eieci.)

827
λήγεται οἶον τίθημι, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ε ἔχει οἶον τιθέω τιθῶ τὸ δὲ ε μεγεθυνόμενον ἐν τοῖϲ ῥήμαϲι διχῶϲ μεγεθύνεται ἢ γὰρ διὰ τῆϲ προϲθήκηϲ τοῦ ῑ μεγεθύνεται οἶον ἔχω εἶχον, διὰ τοῦ τρέπεϲθαι εἰϲ τὸ η, ἐλέγχω ἤλεγχον· καὶ ἐπειδὴ ἐπὶ τῶν εἰϲ μι οὐ δύναται τὸ ε διὰ τῆϲ προϲθήκηϲ τοῦ ῑ μεγεθύνεϲθαι, ὡϲ γὰρ μετ’ ὀλίγον μαθηϲόμεθα, οὐ θέλει τὰ εἰϲ μι ὁριϲτικὰ διφθόγγῳ παραλήγεϲθαι, εὐλόγωϲ διὰ τοῦ τρέπεϲθαι εἰϲ η μεγεθύνεται ὡϲαύτωϲ δὲ καὶ ἡ β΄ ϲυζυγία τῶν εἰϲ μι εὐλόγωϲ τῷ η παραλήγεται οἶον ἵϲτημι, ἐπειδὴ τὸ ἐντελὲϲ τοῦ πρωτοτύπου τὸ ᾱ ἔχει οἶον ἱϲτάω ἱϲτῶ, τὸ δὲ ᾱ μεγεθυνόμενον ἐν τοῖϲ ῥήμαϲιν εἰϲ η τρέπεται οἶον ἀκούω, ἤκουον· ἡ δὲ γ΄ τῷ ω παραλήγεται οἶον δίδωμι, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ο ἔχει οἶον διδόω, διδῶ, τὸ δὲ ο μεγεθυνόμενον εἰϲ ω τρέπεται οἶον ὀμνύω ὤμνυον ἡ δὲ δ΄ ϲυζυγία τῶν εἰϲ μι διχρόνῳ ἐκτεταμένῳ παραλήγεται οἶον ζεύγνυμι, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ υ ἔχει οἶον ζευγνύω, τὸ δὲ υ μεγεθυνόμενον ἐν τοῖϲ ῥήμαϲιν εἰϲ ἑαυτὸ μεγεθύνεται, τουτέϲτι φύϲει μακρὸν γίνεται, καὶ οὐ τρέπεται εἰϲ ἄλλο φωνῆεν οἶον ὑδρεύω ὕδρευον, ὑφαίνω ὕφαινον.