Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

εἴρηται ὅτι ἐπὶ ἐνεϲτώτων [καὶ μελλόντων] τὸ τρίτον πρόϲωπον τῶν πληθυντικῶν ὁμόφωνον γίνεται τῇ δοτικῇ τῶν πληθυντικῶν τῆϲ ἰδίαϲ μετοχῆϲ οἷον οἱ τύπτοντεϲ τῶν τυπτόντων τοῖϲ τύπτουϲι καὶ τύπτουϲιν ἐκεῖνοι. οὕτωϲ οὖν καὶ ἐν τοῖϲ .τιθεῖϲι καὶ τιθεῖϲιν ἐκεῖνοι, καὶ τοῖϲ ἱϲτᾶϲι καὶ ἱϲτᾶϲιν ἐκεῖνοι, καὶ τοῖϲ διδοῦϲι καὶ διδοῦϲιν ἐκεῖνοι, καὶ τοῖϲ ζευγνῦϲι καὶ ζευγνῦϲιν ἐκεῖνοι. ϲεϲημείωται τὸ φαϲί καὶ εἰϲίν, ὅτι τῆϲ μετοχῆϲ βαρυνομένηϲ τὸ ῥῆμα ὠξυτονήθη· ἔϲτι γὰρ ἡ μετοχὴ τῶν φάντων τοῖϲ φᾶϲι βαρυτόνωϲ καὶ τὸ ῥῆμα φαμέν φατέ φαϲίν ὀξυτόνωϲ· καὶ πάλιν ὁ εἴϲ τοῦ ἔντοϲ τῷ ἔντι τὸν ἔντα ἀντὶ τοῦ ὑπάρχοντα, ὡϲ καὶ ἡ χρῆϲιϲ δηλοῖ οὕτωϲ ἔχουϲα «παῖδα ἔντα » ἀντὶ τοῦ παῖδα ὑπάρχοντα· καὶ λοιπὸν τὰ πληθυντικὰ οἱ ἔντεϲ τῶν ἔντων τοῖϲ εἶϲι βαρυτόνωϲ καὶ τὸ ῥῆμα ἐϲμέν ἐϲτέ εἰϲίν ὀξυτόνωϲ.