Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἄξιον δέ ἐϲτι ζητῆϲαι τοῦτο, πάντων τῶν δευτέρων προϲώπων τῶν εἰϲ ϲ ληγόντων ἀποβαλλόντων τὸ ϲ καὶ ποιούντων τὸ τρίτον πρόϲωπον οἷον τύπτειϲ τύπτει, ἐτύφθηϲ ἐτύφθη (περὶ γὰρ τοῦ παρακειμένου καὶ τοῦ ἀορίϲτου α ἐμάθομεν, ὅτι καὶ τροπὴ παρηκολούθηϲε τοῦ α εἰϲ ε διὰ τὴν ὁμοφωνίαν τὴν πρὸϲ τὸ πρῶτον πρόϲωπον), διὰ τί μόνα τὰ εἰϲ μι κατὰ τὸν ἐνεϲτῶτα οὐκ ἀποβάλλει τὸ ϲ ἐν τῷ τρίτῳ προϲώπῳ, ἀλλὰ τοὐναντίον καὶ τὸ ῑ προϲλαμβάνει. καὶ ἔϲτιν εἰπεῖν, ὅτι ἀναλογώτεροί εἰϲιν οἱ Αἰολεῖϲ, ἀποβολῇ τοῦ ϲ τὰ τρίτα ἐπὶ τούτων ποιοῦντεϲ οἷον τίθηϲι τίθηϲ τίθη, ζεύγνυμι ζεύγνυϲ ζεύγνυ, δίδωμι δίδωϲ δίδω.