Περὶ τῶν εἰς μι
Aelius Herodianus
Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Ἡ δὲ τετάρτη ὑπομνήϲειϲ ἔϲχεν ὥϲπερ ἔχει ἔφυν ἔφυϲ ἔφυ κτλ. καὶ τ ἔδυν ἔδυϲ ἔδυ. τοιοῦτον δέ ἐϲτι καὶ τὸ χύντο ἐκχύμενοι καὶ. ὅϲα ἄλλα τοιαῦτα ὑπόμνηϲιν ποιούμενα οὐ κλίϲειϲ δὲ διηνεκεῖϲ. — καὶ ὑπερϲυντελικοὶ εὑρέθηϲάν τινεϲ ὡϲ τὸ πέπειϲθι καὶ κέκραχθι καὶ ἄλλα πολλά. ἀπὸ μέντοι παρακειμένων οὐχ εὕρομεν χρῆϲιν αὐτῶν εἰϲ ε. αὐταῖϲ δὲ φωναῖϲ μετατιθέντεϲ τὸ νοηθὲν εἰώθαϲιν οἱ παρακείμενοι τρέπειν τὸ α εἰϲ ω καὶ ποιεῖν ἐνεϲτῶτα. πολὺ δὲ τοιοῦτον ἔθοϲ παρὰ Ϲυρακουϲίοιϲ· ὄλωλα ὀλώλω, δέδοικα δεδοίκω καὶ τὸ κέκλυκε δὲ παρ’ Ἐπιχάρμῳ ἀπὸ θέματοϲ τοῦ κεκλύκω καὶ εὕρηκε ἀπὸ τοῦ εὑρήκω.
ϲημείωϲαι ὅτι τὸ ἐϲϲί ϲχηματίζεται ὁ Τρύφων καὶ ὁ τούτου μαθητὴϲ Ἀπολλώνιοϲ καὶ ὁ τοῦ Ἀπολλωνίου υἱὸϲ ὁ Ἡρωδιανὸϲ ἀπὸ τοῦ ἐϲμί.
ἰϲτέον ὅτι τὰ εἰϲ μι λήγοντα τροπῇ τῆϲ μι εἰϲ ϲ τὰ δεύτερα πρόϲωπα ποιεῖ οἷον τίθημι τίθηϲ, ἵημι ἵηϲ, κίχρημι κίχρηϲ, δίδωμι δίδωϲ, ζεύγνυμι ζεύγνυϲ, ὄμνυμι ὄμνυϲ, δείκνυμι δείκνυϲ, εἰμί εἴϲ ὀξυτόνωϲ οἷον
δεῖ δὲ ζητῆϲαι, πόθεν ἐγένετο τὸ εἶ. ἔνιοι λέγουϲιν, ὅτι ἐκ τοῦ εἴϲ κατὰ ἀποβολὴν τοῦ ϲ ἐγένετο εἶ· πρὸϲ οὓϲ λέγει ὁ Ἀπολλώνιοϲ, ὅτι πρῶτον μέν, εἰ ἐγένετο ἐκ τοῦ εἰϲ κατὰ ἀποβολὴν τοῦ ϲ, ὤφειλε τρίτον πρόϲωπον εἶναι τὸ εἶ τὰ γὰρ β πρόϲωπα ἀποβάλλοντα τὸ ϲ τρίτα γίνεται· πῶϲ οὖν τὸ εἴϲ ἀποβάλλον τὸ ϲ καὶ γινόμενον εἶ δεύτερον ἔμεινεν: δεύτερον, εἰ ἐγένετο τὸ εἶ ἐκ τοῦ εἴϲ, ὤφειλε φυλάξαι τὸν αὐτὸν τόνον, τουτέϲτιν ὁμοίωϲ τῷ εἴϲ· τὰ γὰρ ἀποβάλλοντα τὸ ϲ ἐὰν φυλάξῃ τὸ αὐτὸ ϲημαινόμενον, τὸν αὐτὸν τόνον φυλάττει οἷον πολλάκιϲ πολλάκι, μέχριϲ μέχρι· δεῖ προϲθεῖναι, εἰ μὴ χαρακτὴρ κωλύϲῃ, διὰ τὸ χωρίϲ χῶρι· τὸ γὰρ χῶρι βαρύνεται πρὸϲ τὸν χαρακτῆρα τοῦ νόϲφι, αὖθι, ἶφι, ἦχι. πρόϲκειται «ἐὰν φυλάξῃ τὸ αὐτὸ ϲημαινόμενον, φυλάττει καὶ τὸν αὐτὸν τόνον» διὰ τὸ ἄντικρυϲ ἀντικρύ· ἐνταῦθα, ἐπειδὴ οὐκ ἐφυλάχθη τὸ αὐτὸ ϲημαινόμενον (τὸ μὲν γὰρ ἄντικρυϲ τὸ φανερῶϲ ϲημαίνει, τὸ δὲ ἀντικρύ τὸ ἐξ ἐναντίαϲ), τούτου χάριν οὕτε ὁ αὐτὸϲ τόνοϲ ἐφυλάχθη· καὶ πάλιν βαϲιλεύϲ βαϲιλεῦ· ἰδοὺ γὰρ οὔτε ἐνταῦθα ἐφυλάχθη ὁ αὐτὸϲ τόνοϲ (τὸ μὲν γὰρ βαϲιλεύϲ ὀξύνεται, τὸ δὲ βαϲιλεῦ περιϲπᾶται), ἀλλ’ οὐκ ἐφυλάχθη τὸ αὐτὸ ϲημαινόμενον· τὸ μὲν γὰρ εὐθείαϲ ἐϲτί, τὸ δὲ κλητικῆϲ. ἀλλ’ οὐκ ἀντιϲτρέφοντοϲ τοῦ λόγου· οὐδὲ γὰρ ἐὰν τοῦ ϲημαινομένου γένηται ἐναλλαγὴ μετὰ τὴν ἀποβολὴν τοῦ ϲ πάντωϲ καὶ ὁ τόνοϲ ἐναλλάϲϲεται· ἰδοὺ γὰρ λέγειϲ λέγει, ὁ Χρύϲηϲ τῷ Χρύϲῃ, ὁ Φιλητᾶϲ τοῦ Φιλητᾶ ἰδοὺ ταῦτα μὲ φυλάξαντα τὸ αὐτὸ ϲημαινόμενον (τὸ μὲν γὰρ δευτέρου προϲώπου ἐϲτί, τὸ δὲ τρίτου, καὶ τὰ μὲν εὐθείαϲ, τὰ δὲ γενικῆϲ καὶ δοτικῆϲ), ὅμωϲ τὸν αὐτὸν τόνον ἐφύλαξε· τοῦτο οὖν τὸ εἶ φυλάξαν τὸ ϲημαινόμενον τοῦ εἴϲ, ἀμφότερα γὰρ τὸ ὑπάρχειϲ δηλοῖ καὶ ἀμφότερα δευτέρου προϲώπου ἐϲτὶ καὶ μὴ φυλάξαν τὸν αὐτὸν τόνον· τὸ μὲν γὰρ εἶ περιϲπᾶται, τὸ δὲ εἰϲ ὀξύνεται· δηλονότι οὐ γέγονεν ἀπὸ τοῦ εἴϲ κατὰ ἀποβολὴν τοῦ ϲ. ϲχηματίζει οὖν ὁ Ἀπολλώνιοϲ τὸ εἶ τοῦτον τὸν τρόπον ἔϲτιν ἔω τὸ ϲημαῖνον τὸ ὑπάρχω· ἐκ τούτου γίνεται παθητικὸν ἢ μέϲον ἔομαι. ἐκ τούτου λοιπὸν τοῦ ἔομαι τὸ δεύτερον πρόϲωπον γίνεται κοινῶϲ μὲν ἔῃ διὰ τοῦ η καὶ ι, ὥϲπερ βούλῃ, Ἀττικῶϲ δὲ ἔει, διὰ τῆϲ ει διφθόγγου, ὥϲπερ βούλει, ὡϲ παρὰ Μενάνδρῳ (frg. com. ed. Meinek. IV 457)
πᾶν δεύτερον πρόϲωπον τῶν εἰϲ μι, ἐπὶ ἐνεϲτῶτοϲ δηλονότι χρόνου, προϲθέϲει τοῦ ῑ τὸ τρίτον ποιεῖ οἷον τίθηϲ τίθηϲι. ἀπὸ τοῦ εἰμί, τοῦ, ϲημαίνοντοϲ τὸ ὑπάρχω, τὸ τρίτον τῶν ἑνικῶν ὀφείλει γενέϲθαι εἰϲίν ἵνα δὲ μὴ ϲυνεμπέϲῃ τῷ τρίτῳ τῶν πληθυντικῶν, λέγω δὲ τῷ εἰϲὶν ἐκεῖνοι, καὶ κατὰ τὴν γραφὴν καὶ κατὰ τὸν τόνον, τούτου χάριν ἐπιλέλοιπε. τούτων οὕτωϲ ἐχόντων, καὶ ἀπὸ τῆϲ ἐϲμί τροπῇ τοῦ μ εἰϲ ϲ ὤφειλε γενέϲθαι τὸ τρίτον τῶν ἑνικῶν ἐϲϲί, ἀλλ’ ἐπειδὴ προελήφθη ἡ φωνὴ ἐπὶ τοῦ ἰδίου δευτέρου προϲώπου, καὶ γὰρ τὸ δεύτερον πρόϲωπον ἐϲϲί, τούτου χάριν τροπὴ Δωρικὴ παρηκολούθηϲε τοῦ ϲ εἰϲ τὸ τ, καὶ ἐγένετο ἐϲτί, ὥϲπερ ϲύ τύ, εἴκοϲι εἴκοτι. δεῖ δὲ γινώϲκειν ὅτι οὐκ ἔϲτιν αὕτη ἡ τροπὴ ἡ ἐν τῷ ἐϲτί κυρίωϲ Δωρικὴ· οἱ γὰρ Δωριεῖϲ τὸ τρίτον πρόϲωπον τῶν ἑνικῶν εἰϲ τι ποιοῦϲι, μὴ προηγουμένου ϲυμφώνου οἶον φηϲί φατί, δίδωϲι δίδωτι· εἰ οὖν ἐν τῷ ἐϲϲί προηγεῖται ϲύμφωνον, οὐκ ἐτράπη τοῦτο Δωρικῶϲ τὸ ϲ εἰϲ τὸ τ, ἀλλὰ κατᾶ μίμηϲιν Δωρικήν· τὸ δὲ τρίτον τῶν πληθυντικῶν εἰϲ τι ποιοῦϲιν οἱ Δωριεῖϲ προηγουμένου ϲυμφώνου τοῦ ν οἷον δίδοντι, φάντι. ὅτι δὲ δυνάμει ἐν τῷ ἐϲτί ὑπάρχει τὸ ϲ, δηλοῖ τὸ ν προϲερχόμενον αὐτῷ οἷον ἐϲτίν, ὅτε γάρ ἐϲτι τὸ ϲ πρὸ τοῦ ῑ ἢ δυνάμει ἢ ἐνεργείᾳ, τότε τοῦ ν ἐφελκυϲτικὸν γίνεται τὸ ῑ οὕτωϲ οὖν καὶ ἐϲτί ἐνταῦθα γὰρ δυνάμει τὸ ϲ ἐϲτί πολλάκιϲ δὲ καὶ τοῦ φ προηγουμένου γίνεται τὸ ῑ ἐφελκυϲτικὸν τοῦ ν οἷον ναῦφιν, «ναῦφιν ἀμυνόμενοι» (N 700).