Περὶ τῶν εἰς μι
Aelius Herodianus
Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Ἡ δὲ τετάρτη ὑπομνήϲειϲ ἔϲχεν ὥϲπερ ἔχει ἔφυν ἔφυϲ ἔφυ κτλ. καὶ τ ἔδυν ἔδυϲ ἔδυ. τοιοῦτον δέ ἐϲτι καὶ τὸ χύντο ἐκχύμενοι καὶ. ὅϲα ἄλλα τοιαῦτα ὑπόμνηϲιν ποιούμενα οὐ κλίϲειϲ δὲ διηνεκεῖϲ. — καὶ ὑπερϲυντελικοὶ εὑρέθηϲάν τινεϲ ὡϲ τὸ πέπειϲθι καὶ κέκραχθι καὶ ἄλλα πολλά. ἀπὸ μέντοι παρακειμένων οὐχ εὕρομεν χρῆϲιν αὐτῶν εἰϲ ε. αὐταῖϲ δὲ φωναῖϲ μετατιθέντεϲ τὸ νοηθὲν εἰώθαϲιν οἱ παρακείμενοι τρέπειν τὸ α εἰϲ ω καὶ ποιεῖν ἐνεϲτῶτα. πολὺ δὲ τοιοῦτον ἔθοϲ παρὰ Ϲυρακουϲίοιϲ· ὄλωλα ὀλώλω, δέδοικα δεδοίκω καὶ τὸ κέκλυκε δὲ παρ’ Ἐπιχάρμῳ ἀπὸ θέματοϲ τοῦ κεκλύκω καὶ εὕρηκε ἀπὸ τοῦ εὑρήκω.