Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἰϲτέον δὲ ὅτι τὰ εἰϲ μι ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν οἶον τίθημι, εἶμι ὃ ϲημαίνει τὸ πορεύομαι, χωρίϲ τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω καὶ τοῦ φημί καὶ τοῦ ἠμί τοῦ ϲημαίνοντοϲ τὸ λέγω. ἔϲτι δὲ ἀπολογήϲαϲθαι περὶ τοῦ εἰμί καὶ φημί, ὅτι διά τοῦτο ταῦτα ὀξύνεται, ἐπειδὴ ἐγκλιτικά ἐϲτι οἶον ἄνθρωπόϲ εἰμι, αἰδεῖϲθαί φηϲι· τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθ᾿  ἑαυτὰ ὄντα ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ θέλει ἔχειν τὸν τόνον οἶον ἐϲτί, τινῶν, πῶϲ, τέ. πρόϲκειται «αὐτὰ καθ’ ἑαυτὰ ὄντα», ἐπειδὴ ἐν τῇ ϲυντάξει ἀναπέμπει τὸν ἴδιον τόνον ἢ τῇ προηγουμένῃ λέξει οἷον ἄνθρωπόϲἐϲτιν, ὑπέρ τινων, καί πωϲ, Ἀρκεϲίλαόϲ τε, ἢ τῇ προηγουμένῃ ϲυλλαβῇ οἷον ἤκουϲαν ἥμων, δέδωκεν ἥμιν· οὕτωϲ οὖν καὶ τὸ εἰμί καὶ τὸ φημί ἐγκλιτικὰ ὄντα οἶον ἄνθρωπόϲ εἰμι, ἐγώ φημι, εἰκότωϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ ἔχει τὸν τόνον αὐτὰ καθ᾿  ἑαυτὰ ὄντα ἐν δὲ τῇ τελευταίᾳ ἔχοντα τὸν τόνον εὐλόγωϲ ὀξύνεται καὶ οὐ περιϲπᾶται, ἐπειδὴ βραχυκαταληκτεῖ· περιϲπωμένη οὔτε ἐπάνω βραχείαϲ τίθεται, οὕτε ἐπάνω θέϲει μακρᾶϲ· τὸ δὲ εἶμι τὸ ϲημαῖνον τὸ πορεύομαι οὐκ ἔϲτιν ἐγκλιτικόν, ὡϲ δηλοῖ ὁ τόνοϲ· βαρύνεται γάρ.

Ἰϲτέον, ὅτι τὰ εἰϲ μ οὐ θέλει ϲυμφώνῳ παραλήγεϲθαι οἶον τίθημι, ἵϲτημι, ὅθεν ἡμάρτηται ϲυμφώνῳ παραληγόμενον τὸ ἐϲμί, ϲημαίνει δὲ τὸ ὑπάρχω· τούτου χάριν, ὡϲ ἀνωτέρω εἴρηται, τὰ παραγόμενα εἰϲ μι ἀπὸ βαρυτόνων ἀπὸ τῆϲ ἕκτηϲ ϲυζυγίαϲ παράγεται οἶον ζευγνύω ζεύγνυμι, καὶ οὐκ ἀπὸ τῶν ἄλλων ϲυζυγιῶν τῶν βαρυτόνων εἰ γὰρ ἐγένετο ἀπὸ τῶν ἄλλων ϲυζυγιῶν τῶν βαρυτόνων, ἔμελλε παραλήγεϲθαι ϲυμφώνῳ, ἅτε δὴ τῶν ἄλλων ϲυζυγιῶν τῶν βαρυτόνων διὰ ϲυμφώνου ἐκφερομένων, ὅπερ ἐϲτίν ἀδύνατον. ἰϲτέον δὲ ὅτι οὐ μόνον κατὰ τοῦτο ἡμάρτηται τὸ ἐϲμί, ἀλλά καὶ ὅτι θέϲει μακρᾷ παραλήγεται, τῶν εἰϲ μι, ὥϲπερ εἴρηται, φύϲει μακρᾷ παραλήγεϲθαι θελόντων οἶον τίθημι, δίδωμι, ζεύγνυμι· τοῦτο δὲ τὸ ἐϲμί οὔτε ἔϲτιν ἐν χρήϲει, ἀλλ’ ἐν ὑπομνήϲει. ἔχομεν ἐξ αὐτοῦ τὸ ἐϲϲί καὶ τὸ ἐϲτί.

Ἰϲτέον δὲ ὅτι τὰ εἰϲ μι ἀναδιπλαϲιαζόμενα κατὰ τὸν ἐνεϲτῶτα τούτῳ τῷ τρόπῳ ἀναδιπλαϲιάζεται· εἰ μὲν τὸ πρωτότυπον ἀπὸ φωνήεντοϲ ἄρχεται, διὰ τοῦ [*](1. 2 cf. Orthogr. fr. 27. l. 22 τινῶν ex cod. Βarocc. inserui, l. 24 ὑπέρ τινων scripsi pro ὑπὲρ ἦν, caeterum in καὶ πῶϲ, ἤκουϲαν ήμῶν, δέδωκεν ἡμῖν accentum mutavi et I, 28 οὐ ante περιϲπᾶται inserui.)

829
ῑ γίνεται μόνου ὁ ἀναδιπλαϲιαϲμὸϲ ὦ, ἱῶ, ἵημι τὸ πέμπω· εἰ δὲ τὸ πρωτότυπον ἀπὸ ϲυμφώνου ἄρχεται ἑνόϲ, τότε δι’ αὐτοῦ τοῦ ϲυμφώνου καὶ τοῦ ῑ γίνεται ὁ ἀναδιπλαϲιαϲμὸϲ οἶον δῶ διδῶ δίδωμι, βῶ βιβῶ βίβημι, θῶ τιθῶ τίθημι, τοῦ δαϲέωϲ θ διὰ τὴν κακοφωνίαν τραπέντοϲ εἰϲ τὸ ἀντίϲτοιχον τὸ ψιλόν, φημὶ δὴ εἰϲ τὸ εἰ δὲ τὸ πρωτότυπον διὰ ϲυμφώνων ἄρχεται, εἰ μὲν μή ἐϲτιν ἄφωνον πρὸ ἀμεταβόλου, διὰ τοῦ ῑ μόνου γίνεται ὁ ἀναδιπλαϲιαϲμὸϲ οἶον ϲτῶ ἱϲτῶ ἵϲτημι, εἰ δέ ἐϲτιν ἄφωνον πρὸ ἀμεταβόλου, τότε δι᾿  αὐτοῦ τοῦ ϲυμφώνου, φημὶ δὴ τοῦ ἀφώνου, γίνεται ὁ ἀναδιπλαϲιαϲμὸϲ τοῦ ῑ οἶον πρῶ πιπρῶ πίπρημι, καὶ πίμπρημι κατὰ πλεοναϲμὸν τοῦ μ, πλῶ πιπλῶ πίπλημι καὶ κατὰ πλεοναϲμὸν τοῦ μ πίμπλημι, χρῶ κιχρῶ κίχρqημι, τοῦ δαϲέωϲ χ διὰ τὴν κακοφωνίαν τραπέντοϲ εἰϲ τὸ ἀνίϲτοιχον τὸ ψιλόν, φημὶ δὴ εἰϲ τὸ κ. τούτων οὕτιωϲ ἐχόντων, ἀποροῦϲί τινεϲ λέγοντεϲ, διὰ ποίαν αἰτίαν, ὥϲπερ ἀπὸ τοῦ θῶ γίνεται κατὰ πλεοναϲμὸν τιθῶ τίθημι καὶ ἀπὸ τοῦ δῶ διδῶ δίδωμι, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ φῶ γίνεται μετά ἀναδιπλαϲιαϲμοῦ πιφῶ καὶ πίφημι, ἀλλὰ φημί γίνεται ἄνευ διπλαϲιαϲμοῦ. ἔϲτιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται τὸ φημί ἀναδιπλαϲιαϲθῆναι, ἐπειδὴ ἐγκλιτικόν ἐϲτιν οἶον αἰδεῖϲθαί φημι· κανὼν δέ ἐϲτιν ὁ λέγων, ὅτι τὰ ἐγκλιτικὰ οὐ θέλει ὑπερβαίνειν τὴν διϲυλλαβίαν οἶον εἰμί τιϲ, πῶϲ ἐϲτε, ἡμῖν ἐϲτι· εἰ οὖν ἀνεδιπλαϲιάϲθη τὸ φημί, ἤμελλε τριϲυλλαβεῖν ἐγκλιτικὸν ὄν, ὅπερ ἀδύνατον.