Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

δεῖ δὲ γινώϲκειν, ὅτι ὁ Ἀπολλώνιοϲ τὸ εἶμι διὰ μακροῦ τοῦ ῑ γράφει, ἐκ τοῦ καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ διὰ ϲυνεϲταλμένου τοῦ ῑ εἶναι οἷον ἴτον ἴτον ἴμεν τε καὶ ἐν ϲυνθέϲει ἔξιτον [*](1. 34 παραγωγοί pro παράλογοι posui.)

828
καὶ τὸ γ΄ τῶν πληθυντικῶν ἴϲι καὶ ἴαϲιν οἷον «καί τ’ ἀγεληδὸν ἴαϲιν» (Π 160). οὐ ϲυνάδει δὲ αὐτῷ ἡ παράδοϲιϲ· φηϲὶ γὰρ ὁ Ἡρωδιανὸϲ ἀεὶ τὴν παράδοϲιν γινώϲκειν τὸ εἶμι ἐν τοῖϲ ἑνικοῖϲ διὰ τῆϲ ει διφθόγγου οἷον «εἶμι μέν, οὐδ’ ἁλίη ὁδὸϲ ἔϲεται» (β 318) καὶ τὸ δεύτερον εἶϲ οἷον «τῇ δ᾿  εἶϲ, ᾖ ϲ᾿  ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦϲαν» (Hesiod. op. 206) καὶ τὸ τρίτον τῶν ἑνικῶν εἶϲιν οἶον
  • μαχηϲόμενοϲ — εἶϲι περὶ πτόλιοϲ (P 147).
  • τὰ μέντοι δυϊκὰ καὶ τὰ πληθυντικά, ὡϲ εἴρηται, διὰ ϲυνεϲταλμένου τοῦ ῑ ἐϲτί. καὶ ἔϲτιν εἰπεῖν, ὅτι τὸ εἴω διὰ τῆϲ ει διφθόγγου τὸ ϲημαῖνον τὸ πορεύομαι καὶ ἴω διὰ τοῦ ῑ κατὰ μὲν τὰ ἑνικὰ διὰ τῆϲ ει διφθόγγου ἐϲτί· τὰ δὲ δυϊκὰ καὶ τὰ πληθυντικὰ ἀπὸ τοῦ ἴω τοῦ διὰ τοῦ ῑ. δεῖ δὲ γινώϲκειν, ὅτι τὸ ἶϲι τρίτον πληθυντικῶν διὰ τοῦτο ἐκτεταμένον ἔχει τὸ ῑ, τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ϲυϲτελλόντων αὐτό, ἐπειδὴ τὰ εἰϲ ῑ λήγοντα ῥήματα μακρᾷ θέλει παραλήγεϲθαι οἷον τετύφαϲιν, ἱϲτᾶϲι, διδοῦϲι· ἀμέλει τὸ ἴαϲι «καί τ’ ἀγεληδὸν ἴαϲιν» (Π 160), ἐπειδὴ τὸ ῑ οὐκ ἔϲτι κατὰ τὴν παραλήγουϲαν, ϲυϲτέλλεται.

    ἰϲτέον δὲ ὅτι τὰ εἰϲ μι ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν οἶον τίθημι, εἶμι ὃ ϲημαίνει τὸ πορεύομαι, χωρίϲ τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω καὶ τοῦ φημί καὶ τοῦ ἠμί τοῦ ϲημαίνοντοϲ τὸ λέγω. ἔϲτι δὲ ἀπολογήϲαϲθαι περὶ τοῦ εἰμί καὶ φημί, ὅτι διά τοῦτο ταῦτα ὀξύνεται, ἐπειδὴ ἐγκλιτικά ἐϲτι οἶον ἄνθρωπόϲ εἰμι, αἰδεῖϲθαί φηϲι· τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθ᾿  ἑαυτὰ ὄντα ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ θέλει ἔχειν τὸν τόνον οἶον ἐϲτί, τινῶν, πῶϲ, τέ. πρόϲκειται «αὐτὰ καθ’ ἑαυτὰ ὄντα», ἐπειδὴ ἐν τῇ ϲυντάξει ἀναπέμπει τὸν ἴδιον τόνον ἢ τῇ προηγουμένῃ λέξει οἷον ἄνθρωπόϲἐϲτιν, ὑπέρ τινων, καί πωϲ, Ἀρκεϲίλαόϲ τε, ἢ τῇ προηγουμένῃ ϲυλλαβῇ οἷον ἤκουϲαν ἥμων, δέδωκεν ἥμιν· οὕτωϲ οὖν καὶ τὸ εἰμί καὶ τὸ φημί ἐγκλιτικὰ ὄντα οἶον ἄνθρωπόϲ εἰμι, ἐγώ φημι, εἰκότωϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ ἔχει τὸν τόνον αὐτὰ καθ᾿  ἑαυτὰ ὄντα ἐν δὲ τῇ τελευταίᾳ ἔχοντα τὸν τόνον εὐλόγωϲ ὀξύνεται καὶ οὐ περιϲπᾶται, ἐπειδὴ βραχυκαταληκτεῖ· περιϲπωμένη οὔτε ἐπάνω βραχείαϲ τίθεται, οὕτε ἐπάνω θέϲει μακρᾶϲ· τὸ δὲ εἶμι τὸ ϲημαῖνον τὸ πορεύομαι οὐκ ἔϲτιν ἐγκλιτικόν, ὡϲ δηλοῖ ὁ τόνοϲ· βαρύνεται γάρ.