Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἰϲτέον ὅτι τὰ προϲτακτικὰ τῶν εἰϲ μι τοῦ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ διχῶϲ κανονίζεται· κανονίζεται γὰρ ἐκ τοῦ παρατατικοῦ τῷ κοινῷ λόγῳ, τουτέϲτιν ὥϲπερ τὰ εἰϲ ω τοῦ τρίτου προϲώπου τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν ἀποβάλλοντα οἷον ἐτίθει τίθει ϲύ, ἵϲτη ἵϲτη ϲύ, ἐμπίπλη πίπλη ϲύ, γίνεται δὲ καὶ τῷ λόγῳ τῆϲ μετοχῆϲ εἰϲ θι· καθόλου γὰρ πᾶϲα μετοχὴ εἰϲ ϲ λήγουϲα μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ θι ποιεῖ τὸ προϲτακτικὸν οἶον ἐτύφθη τυφθείϲ τυφθέντοϲ τύφθηθι καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δαϲέων κατὰ μετάθεϲιν τοῦ θ εἰϲ τὸ τ τύφθητι· τὰ δὲ εἰϲ μι κατὰ τὸν ἐνεϲτῶτα καὶ παρατατικὸν καὶ ϲυϲτέλλει τὴν παραλήγουϲαν ἐν τοῖϲ προϲτακτικοῖϲ πρὸϲ τὴν παραλήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ οἶον ἱϲτάϲ ἱϲτάντοϲ ἵϲταμεν ἵϲταθι, διδούϲ διδόντοϲ δίδομεν δίδοθι τὸ γὰρ παρὰ τῷ ποιητῇ (γ 380)

  • δίδωθι δέ μοι κλέοϲ ἐϲθλὸν
  • ποιητικῶϲ ἐξέτεινε τὸ ο εἰϲ τὸ ω. πρόϲκειται «κατὰ τὸν ἐνεϲτῶτα καὶ παρατατικὸν» διὰ τὸν δεύτερον ἀόριϲτον· τὰ γὰρ προϲτακτικὰ τῶν εἰϲ μι τοῦ δευτέρου ἀορίϲτου οὐ ϲυϲτέλλει τὴν παραλήγουϲαν τῶν πληθυντικῶν οἶον ϲτάϲ ϲτάντοϲ ἔϲτημεν ϲτῆθι, βάϲ βάντοϲ ἔβημεν βῆθι, γνούϲ γνόντοϲἔγνωμεν γνῶθι. ϲεϲημείωται δὲ δόϲ, θέϲ, ἕϲ (ὃ ϲημαίνει τὸ πέμψον καὶ ἀπολῦϲον, ἐξ οὖ τὸ ἄφεϲ καὶ πρόεϲ), ὅτι ταῦτα ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἷον δούϲ δόντοϲ, θείϲ θέντοϲ, εἴϲ ἕντοϲ, ἐξ οὖ τὸ ἀφείϲ ἀφέντοϲ, οὐκ ἔχει εἰϲ θι τὸ προϲτακτικόν, δόϲ γὰρ καὶ θέϲ καὶ ἕϲ τὰ προϲτακτικὰ τούτων· τὸ δὲ ἕϲ ὡϲ παρὰ τῷ ποιητῇ (Α 127)
  • ἀλλὰ ϲὺ μὲν νῦν τήνδε θεῷ πρόεϲ.
  • [*](1. 7 de infinitivο εἶναι i. q. ἰέναι, quem veteres sumpserunt, cf. Hauptium in Herme I p. 251. l. 10 de imperativo ἵϲτη cf. Herod. περὶ παθῶν in E. M. 447, 56, de ectasi vocalis in δίδωθι Schol. HM ad Od. γ 380: ἵληθι. ἀπὸ τοῦ ἵλημι. διὰ δὲ τὸ μέτρον ἐκτέταται ἡ παραλήγουϲα ὡϲ ἐν τῷ «δίδωθι δέ μοι κλέοϲ ἐϲθλόν». ὑγιῶϲ οὖν Καλλίμαχοϲ ἔκλινεν «ἵλαθί μοι, φαλαρῖτι πυλαιμόχε». E. M. 749, 50 ἐκ τοῦ θνῶ γίνεται κατὰ ἀναδιπλαϲιαϲμὸν τεθνῶ, ἐξ οὖ τέθνημι ϲυζυγίαϲ δευτέραϲ τῶν εἰϲ μι, ἡ μετοχὴ τεθνάϲ τεθνάντοϲ καὶ τὸ εὐκτικὸν τεθναίην τεθναίηϲ. τὸ προϲτακτικὸν ἐνεϲτῶτοϲ τέθναθι. ὅτι δὲ ἐνεϲτώϲ ἐϲτι τὸ τέθναθι, δείκνυται ἐκ τοῦ εἶναι βραχὺ τὸ ᾱ· εἰ γὰρ ἦν δεύτεροϲ ἀόριϲτοϲ, ὤφειλεν εἶναι μακρόν. — De imperativo ἴθι cf. Schol. BAL ad ll. B 8 βάϲκ᾿  ἴθι: ὁ Ἡρωδιανὸϲ μέν φηϲι τὸ ἴθι ἐνεϲτῶτοϲ νῦν, Ἐπαφρόδιτοϲ δὲ ἀορίϲτου. — De ἔϲθι cf. Ep. Cr. I 207, 15, ubi Hecataeus pro teste huius formae citatur. Verisimile est hoc loco Herodianum etiam alteram imperativi ἴθι formam, εἶ, protuhisse eo fere modo, quo in E. M. 347, 57 ἔξει ἀντὶ τοῦ ἔξιθι. ἐκ τοῦ εἴω τὸ πορεύομαι παραγωγὸν εἶμι. παρατατικὸϲ εἰν, τὸ δεύτερον εἶϲ, τὸ τρίτον εἶ. καὶ ὥϲπερ ἀπὸ τῶν εἰϲ ω γίνεται προϲτακτικὸν ἐκ τοῦ τρίτου προϲώπου τοῦ παρατατικοῦ, οὕτω καὶ ἀπὸ τοῦ εἰϲ μι ϲχήματοϲ Αἰολικὸν καὶ Ἀττικὸν οἶον ἵϲτη ἀντὶ τοῦ ἵϲταθι καὶ ἐμπίπλη ἀντὶ τοῦ ἐμπίπλαθι. οὕτω καὶ ἐκ τοῦ τρίτου προϲώπου τοῦ παρατατικοῦ γίνεται εἰ, ἐν ϲυνθέϲει δεύτερον προϲτακτικοῦ «ἔξει τὸν ἀϲκάντην λαβών» (Aristoph. Nubb. 633) ἐκ τοῦ ἔξειμι ϲυνθέτου ϲχήματοϲ τῷ εἰρημένῳ τρόπῳ. l. 15 διὰ τοῦ ντ κλινομένη verba omisi ut ab Herodiano aliena, qui eiam perfecto, proper quod a Ϲhoerobosco haec verba adduntur, exitum θι attribuit.)
    843
    διὰ τί δὲ οὐκ ἔχει ταῦτα εἰϲ θι τὸ προϲτακτικόν; ἔϲτιν εἰπεῖν οὕτωϲ τὰ εἰϲ θι προϲτακτικὰ ἀορίϲτου ὄντα φύϲει μακρᾷ θέλει παραλήγεϲθαι, ϲτῆθι, γνῶθι, τύπηθι. πρόϲκειται «ἀορίϲτου ὄντα» διὰ τὸ δίδοθι καὶ ζεύγνυθι ταῦτα γὰρ βραχείᾳ παραλήγεται, ἀλλ’ οὐκ ἔϲτιν ἀορίϲτου ἀλλ’ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ. τούτῳ οὖν τῷ λόγῳ εἰ ἐγένετο εἰϲ θι τὰ προϲτακτικὰ τούτων, φύϲει μακρᾷ ὤφειλε παραλήγεϲθαι ἀορίϲτου χρόνου ὄντα ἀλλὰ μὴν φύϲει μακρᾷ οὐκ ἡδύναντο παραλήγεϲθαι, ἐπειδὴ ἕτερόϲ ἐϲτι κανὼν ὁ λέγων, ὅτι τὰ εἰϲ θι προϲτακτικὰ παραλήγουϲαν ἔχει τὴν παραλήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ οἷον ἐτύπημεν τύπηθι, ἔϲτημεν ϲτῆθι, ἵϲταμεν ἵϲταθι, ἐδίδομεν δίδοθι, ζεύγνυμι ζεύγνυθι εἰ οὖν τὰ ὁριϲτικὰ τούτων κατὰ τὸ α πρόϲωπον. βραχεῖαν ἔχει τὴν παραλήγουϲαν οἷον ἔδομεν ἔθεμεν ἕμεν, δηλονότι οὐ δύναται τὰ προϲτακτικὰ τούτων εἰϲ θι ὄντα φύϲει μακρᾷ παραλήγεϲθαι. τῶν οὖν δύο κανόνων μαχομένων καὶ τοῦ μὲν ἑνὸϲ φύϲει μακρᾷ ἀπαιτοῦντοϲ ποραλήγεϲθαι τὰ εἰϲ θι προϲτακτικά, τοῦ δὲ ἑτέρου βραχείᾳ, ἐπιλέλοιπε τὰ εἰϲ θι προϲτακτικὰ. τούτων καὶ οὐκ ἐγένοντο εἰϲ θι τὰ προϲτακτικὰ αὐτῶν. τούτων οὕτωϲ ἐχόντων, τὸ ἴθι (ὃ ϲημαίνει τὸ πορεύου οἷον
  • ἀλλ’ ἴθι, μή μ’ ἐρέθιζε, ϲαώτεροϲ ὥϲ κε νέηαι (Α 32)
  • ἀπὁ τοῦ εἰμι τοῦ ϲημαίνοντοϲ τὸ πορεύομαι γέγονεν ἔϲτι γὰρ ἴμεν τὸ πληθυντικὸν διὰ τοῦ ῑ, καὶ λοιπὸν ἐκεῖθεν τὸ προϲτακτικὸν τροπῇ τῆϲ μὲν εἰϲ Θι γίνεται ἴθι, ὥϲπερ ἵϲταμεν ἵϲταθι, δίδομεν δίδοθι. τὸ δὲ ἴϲθι τὸ ϲημαῖνον τὸ ὕπαρχε γέγονεν οὕτωϲ· ἔϲτιν εἰμί τὸ ϲημαῖνον τὸ ὑπάρχω, τούτου τὸ πληθυντικὸν ἐμέν, ὅπερ κατὰ πλεοναϲμὸν τοῦ ϲ γίνεται ἐϲμέν· ἀπὸ τοῦ ἐμέν ἀναλόγωϲ γέγονε προϲτακτικὸν ἔθι καὶ πλεοναϲμῷ τοῦ ϲ ἐτράπη τὸ ε εἰϲ τὸ ῑ καὶ γέγονεν ἴϲθι, ἀντὶ. τοῦ ὕπαρχε, ὥϲπερ ἐπὶ τοῦ ἔχω, καὶ πλεοναϲμῷ τοῦ ϲ καὶ τρέπεται τὸ ε εἰϲ τὸ ῑ καὶ γίνεται ἴϲχω· πολλάκιϲ γὰρ πλεονάζοντοϲ ϲυμφώνου τρέπεται τὸ ε εἰϲ ῑ ὥϲπερ ἐπὶ τοῦ μένω μίμνω, τέκω τίκτω· τοῦτο δὲ τὸ ἴϲθι τὸ ϲημαῖνον τὸ ὕπαρχέ κατὰ τὸ τρίτον πρόϲωπον τὸ ὀφειλόμενον ε ἀναδέχεται καὶ γίνεται ἔϲτω. τὸ δὲ ἴϲθι τὸ ϲημαῖνον τὸ γίνωϲκε γέγονεν οὕτωϲ· ὥϲπερ ἀπὸ τοῦ ἵϲτημι γέγονεν ῖϲταμαι καὶ ἵϲταθι, οὕτω καὶ ἀπὸ τοῦ ἴϲημι τοῦ ϲημαίνοντοϲ τὸ γινώϲκω, ὅπερ Δωρικῶϲ γίνεται ἴϲαμι, ὡϲ δηλοῖ ὁ Θεόκριτοϲ λέγων (5 , 119)
  • καλῶϲ μάλα τοῦτό γ’ ἴϲαμι,
  • καὶ γίνεται τὸ πληθυντικὸν ἴϲαμεν καὶ κατὰ ϲυγκοπὴν τοῦ α ἴϲμεν· ἐκ δὲ τούτου γίνεται τὸ προϲτακτικὸν ἴϲαθι καὶ κατὰ ϲυγκοπὴν τοῦ α ἴϲθι καὶ λοιπὸν τροπῇ τοῦ θι εἰϲ τὸ τω ἴϲτω.

    Ἀπολλώνιοϲ δὲ ἐὰν τεθείκωμαί φηϲιν αὐτὸ ἀμαρτύρωϲ, ὥϲ φηϲιν Ἡρωδιανόϲ.