Περὶ τῶν εἰς μι

Aelius Herodianus

Aelius Herodianus, Περὶ τῶν εἰς μι, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἤμην τὸ ϲημαντικὸν τοῦ ὑπάρχειν ϲπανίωϲ εὑρίϲκεται κατὰ τὴν χρῆϲιν τῶν Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ περὶ τῶν εἰϲ μι. ὁ μέντοι ποιητὴϲ οὐκ ἐχρήϲατο.

ἰϲτέον ὅτι τὸ ἤμην ἐπὶ τοῦ ὑπῆρχον ἀπηγόρευται ἀντὶ γάρ τοῦ ἤμην «ἦν ἐγώ» λέγουϲιν, ὡϲ Ἀριϲτοφάνηϲ (Plut. 28)

  • ἐγὼ θεοϲεβὴϲ καὶ δίκαιοϲ ὢν ἀνὴρ
  • κακῶϲ ἔπραττον, καὶ πένηϲ ἦν
  • εὕρηται γὰρ τὸ ἤμην τὸ ἐπὶ τοῦ ὑπῆρχον, ὡϲ παρ᾿  Εὐριπίδῃ ἐν Ἑλένηϲ ἀπαιτήϲει (ν. Hel. 931)
  • ἐγὼ δὲ προδότιϲ οὐκ ἤμην τέκνον.
  • πᾶϲ ἐνεργητικὸϲ παρακείμενοϲ ἐπὶ τῶν εἰϲ μι τρέπων τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ μαί καὶ τὴν παραλήγουϲαν ϲυϲτέλλων παθητικὸϲ γίνετα οἷον δέδωκα δέδομαι, πέπωκα πέπομαι (ἐξ οὗ τὸ ἐπόθην καὶ κατεπόθην), βέβηκα βέβαμαι (ἐξ οὖ τὸ ἐβάθην καὶ παρεβάθην), ἕϲτηκα, ὅϲον κατὰ τὴν ἀναλογίαν, ἀπὸ τοῦ ἵϲτημι ϲτῶ, καὶ ἕϲταμαι ὁ παθητικὸϲ παρακείμενοϲ. πρόϲκειται «ὅϲον κατὰ τὴν ἀναλογίαν», ἐπειδὴ ἕϲτακά ἐϲτιν ὁ ἐνεργητικὸϲ παρακείμενοϲ τοῦ ἵϲτημι πρὸϲ ἀντιδιαϲτολὴν τοῦ ἕϲτηκα μέϲου παρακειμένου τοῦ ὄντοϲ ἀπὸ τοῦ ἑϲτήκω ἐνεϲτῶτοϲ, ὡϲ ἐν τοῖϲ προλαβοῦϲιν εἴρηται. τέθεικα τέθεμαι καὶ κατὰ πλεοναϲμὸν τοῦ ῑ τέθειμαι διὰ τῆϲ ει διφθόγγου· οὐ γὰρ δυνάμεθα τὸ τέθειμαι Βοιωτικὸν λέγειν, ὥϲπερ τὸ ἐνεργητικὸν τὸ τέθεικα τὸ διὰ τῆϲ ει διφθόγγου, ἐπειδὴ τὸ μὲν τέθεικα ἐνεργητικὸν τὸ διὰ τῆϲ ει διφθόγγου ἀπὸ τοῦ τέθηκα κοινοῦ γέγονε τοῦ διὰ τοῦ η κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰϲ τὴν ει δίφθογγον ὥϲπερ Λάχηϲ Λάχειϲ· τὸ δὲ παθητικὸν οὐκ ἔϲτι τέθημαι διὰ τοῦ η, ἵνα τὸ τέθειμαι τὸ διὰ τῆϲ ει διφθόγγου Βοιωτικὸν εἴπωμεν κατὰ κρᾶϲιν (leg. τροπὴν) τοῦ η εἰϲ τὴν ει δίφθογγον.