Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

εἰ ὁ ἐνεϲτὼϲ διὰ δύο ἀμεταβόλων, διὰ τοῦ πρώτου ἀμεταβόλου ἐκφέρεται ὁ παρακείμενοϲ ὁ μέϲοϲ οἷον τέμνω τέτομα, κάμνω κέκαμα. ἐκ τούτου πιθανεύονταί τινεϲ καὶ λέγουϲιν, ὅτι ἐν τῷ τίλλω τέτιλα καὶ πάλλω πέπαλα καὶ ϲτέλλω ἔϲτολα καὶ ἐν τοῖϲ ὁμοίοιϲ τὸ δεύτερον λ ἀπεβλήθη καὶ τὸ πρῶτον ἐφυλάχθη· ὁ δὲ Ἡρωδιανὸϲ οὐ βούλεται τοῦτο, ἀλλὰ λέγει, ὅτι τὸ πρῶτον λ ἀπεβλήθη καὶ τὸ δεῦ τερον ἐφυλάχθη· φηϲὶ γάρ, ὅτι πρῶτον μὲν ἐν τῷ τέμνω τέτομα καὶ κάμνω κέκαμα τὸ ν ἀπὸ πλεοναϲμοῦ ἐϲτι· κάμω γὰρ καὶ τέμω ἦν· καὶ κατὰ πλεοναϲμὸν τοῦ ν γέγονε κάμνω καὶ τέμνω, καὶ λοιπὸν τὸ ν τὸ πλεονάϲαν κατὰ τὸν ἐνεϲτῶτα ἀπεβλήθη κατὰ τὸν μέϲον παρακείμενον· δεύτερον δὲ δυνάμεθα αὐτὰ λέγειν, λέγω δὲ τὸ κέκαμα καὶ τέτομα, ὡϲ ἀπὸ περιϲπωμένων θεμάτων ἐϲτὶν οἷον ὡϲ ἀπὸ τοῦ κάμω καὶ τεμῶ· τρίτον δέ, ὥϲπερ τὸ τέρπω καὶ πέρθω οὐ λέγομεν πέμπτηϲ εἶναι ϲυζυγίαϲ διὰ τὸ ρ τὸ ἐν τῇ παραληγούϲῃ, ἀλλὰ τὸ μὲν τέρπω πρώτηϲ διὰ τὸ π ἐν τῇ παραληγούϲῃ, τὸ δὲ πέρθω τρίτηϲ διὰ τὸ θ τὸ ἐν τῇ ληγούϲῃ. οὕτωϲ καὶ τὸ τίλλω καὶ τὸ πάλλω καὶ τὸ ϲτέλλω καὶ τὰ ὅμοια λέγομεν εἶναι πέμπτηϲ ϲυζυγίαϲ, οὐ διὰ τὸ λ τὸ ἐν τῇ παραληγούϲῃ, ἀλλὰ τὸ λ τὸ ἐν τῇ ληγούϲῃ· τὰ δὲ χαρακτηριϲτικὰ τοῦ ἐνεϲτῶτοϲ θέλει εἶναι καὶ ἐν τῷ μέϲῳ παρακειμένῳ χαρακτηριϲτικὰ οἷον πείθω πέποιθα, λέγω λέλογα, δηλονότι διὰ τοῦ δευτέρου λ ἐξηνέχθη ὁ μέϲοϲ παρακείμενοϲ ἐν τῷ τέτιλα καὶ πέπαλα καὶ ἔϲτολα καὶ τοῖϲ ὁμοίοιϲ, ἐπειδὴ αὐτό ἐϲτιν, ὡϲ εἴρηται, τὸ χαρακτηριϲτικὸν τοῦ ἐνεϲτῶτοϲ. εἰ δὲ ὁ ἐνεϲτὼϲ διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, ὁ μέϲοϲ παρακείμενοϲ διὰ καθαροῦ τοῦ α ἐκφέρεται οἷον ἀκούω ἤκουα καὶ ἀκήκοα ὁ Ἀττικόϲ, δείω δέδια καὶ δείδια κατὰ πλεοναϲμὸν τοῦ ι, δαίω (τὸ ϲημαῖνον τὸ καίω) δέδηα καὶ καίω κέκηα· εἴω (ϲημαίνει δὲ τὸ πορεύομαι) ὡϲ παρὰ Ϲώφρονι «ἐγκίκρα, ὡϲ εἴω», τουτέϲτι κέραϲον ἵνα πορευθῶ, καὶ ὁ μέϲοϲ παρακείμενοϲ εἶα διὰ καθαροῦ α καὶ κατὰ ἔκταϲιν Ἀττικὴν τοῦ ε εἰϲ η ᾖα διὰ τοῦ η καὶ ι ὥϲπερ εἰκάζω εἴκαζον καὶ ᾔκαζον καὶ πάλιν εἴδειν ᾔδειν, καὶ κατὰ διάλυϲιν τοῦ ι ἤϊα, ὡϲ παρὰ τῷ ποιητῇ (δ 433)

  • ἤια, πολλὰ θεοὺϲ γουνούμενοϲ,
  • ἀντὶ τοῦ ἐπορευόμην, οὗ τὸ τρίτον πρόϲωπον ἦϊε,
  • ἃ δ’ ἤϊε νυκτὶ ἐοικώϲ (Α 47).
  • τοῦτο τὸ ἤϊα διὰ τοῦ η καὶ ι τρέπει τὸ α εἰϲ ειν, καὶ ποιεῖ τὸ ὑπερϲυντελικὸν ἠΐειν κατὰ τὴν ἄρχουϲαν διὰ τοῦ η καὶ ι καὶ διὰ τῆϲ ει διφθόγγου κατὰ τὴν λήγουϲαν, ἐξ οὗ τὸ παρῄειν καὶ ἐξῄειν καὶ ἀπῄειν, ὡϲ παρὰ Μενάνδρῳ
  • ἀπῄειν τῶν τόκων ἔχων τόκουϲ.
  • [*](1. 26 δείω scripsi pro δέω. l. 29 ἐγκίκρα M; cf. E. M. 121, 30 et 425, 24.)
    796