Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ex duobus perfecti imperativis in ε et θ hunc posteriorem in θι reiecit et solum exitum ε perfecto assignavit: ὁ Ἀπολλώνιοϲ λέγει ὅτι εἰϲ ε λήγει τὸ προϲτακτικὸν τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ ὁμοφώνωϲ τῷ τρίτῳ προϲώπῳ τῶν ἑνικῶν τοῦ ὁριϲτικοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ οἶον τέτυφε ἐκείνοϲ τέτυφε ϲύ, τέτυπε ἐκεῖνοϲ τέτυπε ϲύ· τότε γάρ, φηϲίν, εἰϲ θι ἐϲτὶ τὸ προϲτακτικόν, ἡνίκα ἐϲτὶν οὐ μόνον εἰϲ ϲ καὶ ὀξύτονοϲ ἡ μετοχή, ἀλλὰ καὶ διὰ τοῦ ντ κλινομένη οἶον τυπείϲ τυπέντοϲ τύπηθι, νυγείϲ νυγέντοϲ νύγηθι, δαρείϲ δαρέντοϲ δάρηθι, ϲταλείϲ ϲταλέντοϲ ϲτάληθι, γνούϲ γνόντοϲ γνῶθι· εἰ οὖν ἄρα ὁ ἐνεργητικὸϲ καί μέϲοϲ παρακείμενοϲ οὐκ ἔχουϲι τὴν μετοχὴν διὰ τοῦ ντ κλινομένην, εἰ καὶ ἔχουϲιν αὐτὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οἶον τετυφώϲ τετυφότοϲ, τετυπώϲ τετυπότοϲ, δηλονότι οὐδὲ τὸ προϲτακτικὸν δύναται ἔχειν εἰϲ θι.

Herodianus contra finem θι solum comprobavit propter eas, ut videtur, causas, quas Choerob. profert 745, 25: ἰϲτέον ὅτι λέγουϲί τινεϲ, ὡϲ εἰϲ θι ἐϲτὶ τὰ προϲτακτικὰ τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ, ἐπειδὴ πᾶϲα μετοχὴ εἰϲ ϲ λήγουϲα μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ θι ἔχει τὸ προϲτακτικὸν οἷον τυπείϲ τύπηθι, νυγείϲ νύγηθι, δαρείϲ δάρηθι· εἰ οὖν τετυφρώϲ ἡ μετοχὴ εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ, δηλονότι καὶ τέτυφθι τὸ προϲτακτικὸν εἰϲ θι· προϲτιθέαϲι δὲ καὶ τοῦτο, ὅτι ἐπειδὴ τὸ τρίτον πρόϲωπον τὸ ὁριϲτικὸν τοῦ παρακειμένου τὸ ἑνικὸν διὰ τοῦ ᾱ ὤφειλεν εἶναι οἶον τέτυφαϲ τέτυφα ἐκεῖνοϲ, οὐκ ἐγένετο δὲ οὕτωϲ, ἀλλ᾿ ἔτρεψε τὸ ᾱ εἰϲ τὸ ε, ἵνα μὴ ὁμοφωνήϲῃ τῷ ἰδίῳ πρώτῳ, τέτυφα ἐγώ, τούτου χάριν ὡϲ μὴ γνηϲίαν κατάληξιν ἔχοντοϲ τοῦ γ΄ προϲώπου, οὐκ ἐγένετο ἐξ αὐτοῦ τὸ προϲτακτικόν, ἀλλ᾿  εἰϲ θι.

[*](Imperativum vero in ε perfecto prorsus abrogavit: )λέγει ὁ Ἡρωδιανόϲ, ὅτι ταῦτα τὰ εἰϲ ε προϲτακτικὰ οὐκ ἔϲτι παρακειμένου ἀλλ᾿  ἐνεϲτῶτόϲ ἐϲτι καὶ παρατατικοῦ, τοῦ παρακειμένου εἰϲ

817
ἐνεϲτῶτα μετενεχθέντοϲ, οἷον ἀπὸ τοῦ εὕρηκα γίνεται ὁ ἐνεϲτὼϲ εὑρήκω, καὶ ἐκ τούτου ὁ παρατατικὸϲ εὕρηκον εὕρηκεϲ εὕρηκε καὶ λοιπὸν τὸ προϲτακτικὸν εὕρηκε ϲύ.