Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

οὐ μόνον ἐπὶ τῶν εἰϲ ω ῥημάτων, ἀλλὰ καὶ ἐπὶ τῶν εἰϲ μι τὰ τρίτα πρόϲωπα τῶν παρατατικῶν δεύτερα γίνεται τῶν προϲτακτικῶν οἷον νόει, φίλει, βόα.

τὸ προϲτακτικὸν τοῦ ἐνεϲτῶτοϲ καὶ τοῦ παρατατικοῦ κανονίζεται τοῦτον τὸν τρόπον πᾶν τρίτον πρόϲωπον ἑνικὸν τοῦ ἐνεργητικοῦ παρατατικοῦ τοῦ ὁριϲτικοῦ, τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν ἀποβαλόν, τὸ προϲτοκτικὸν ποιεῖ τοῦ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ, τῆϲ βαρείαϲ τάϲεωϲ φυλαττομένηϲ οἷον ἔτυπτε τύπτε, ἔλεγε λέγε, ἔγραφε γράφε, ἔκοπτε κόπτε, ἐποίει ποίει, ἐνόει νόει, ἐβόα βόα, ἐγέλα γέλα, ἐχρύϲου χρύϲου, ἐϲτεφάνου ϲτεφάνου.