Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

οὐκ ἔϲτιν ἐντελὲϲ τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυϲιν ὥϲπερ ἀπὸ τοῦ εὐφρανεῖν τὸ εὐφρανέειν· οἱ γὰρ δεύτεροι ἀόριϲτοι καὶ μέλλοντεϲ οὐκ ἔχουϲι τὴν περιϲπωμένην ἀπὸ ἐντελείαϲ ὥϲπερ οἱ περιϲπώμενοι ἐνεϲτῶτεϲ.

ἄπρηκτόν γε νέεϲθαι: τούτεϲτι πορεύεϲθαι. οὕτωϲ Ἀρίϲταρχοϲ. Δημήτριοϲ δὲ γενέεϲθαι ἀντὶ τοῦ γενήϲεϲθαι, βιαίωϲ πάνυ. οὐδὲ γὰρ τὸ πυθέϲθαι πυθέεϲθαι γίνεται οὐδὲ λαβέϲθαι λαβέεϲθαι, ἵνα καὶ γενέϲθαι γενέεϲθαι γένηται.

ὤφειλε τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ διακεχωριϲμένον εἶναι, ἐπειδὴ καὶ ἡ μετοχὴ τούτων διακεχωριϲμένη ἐϲτίν, ὅτι ἡ μετοχὴ τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ τῇ μὲν φωνῇ ϲυνέπεϲον, τόνῳ δὲ διεϲτάληϲαν ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίϲτου μετοχὴ ὀξύνεται, ἡ δὲ τοῦ δευτέρου μέλλοντοϲ περιϲπᾶται οἶον τυπών ἡ τοῦ δευτέρου ἀορίϲτου καὶ τυπῶν ἡ τοῦ δευτέρου μέλλοντοϲ ὤφειλεν οὖν καὶ τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ τῇ μὲν φωνῇ ϲυμπεϲεῖν, τῷ δὲ τόνῳ διιϲτάναι, καὶ ὤφειλεν τὸ μὲν ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου ὀξυνθῆναι ὁμοίωϲ τῇ ἰδίᾳ μετοχῇ, τὸ δὲ ἀπαρέμφατον τοῦ β΄ μέλλοντοϲ περιϲπαϲθῆναι παραπληϲίωϲ τῇ οἰκείᾳ μετοχῇ· ἀλλ᾿  ἐπειδή, ὡϲ ἐν τοῖϲ προλαβοῦϲιν ἐμάθομεν, τὰ ῥήματα ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, ἐξ ἀνάγκηϲ περιϲπᾶται. περιεϲπάϲθη οὖν τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου, καὶ ϲυνέπεϲε τῷ ἀπαρεμφάτῳ τοῦ δευτέρου μέλλοντοϲ, καὶ λοιπὸν εὑρίϲκεται τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ ἓν οἶον τυπεῖν· ὅτι δὲ τοῦτο ἀληθέϲ ἐϲτι, καὶ ἡ τοῦ τόνου χρεία τὴν ϲυνέμπτωϲιν ἐποίηϲε γενέϲθαι, [*](1. 47 τόνου χρεία scripsi pro ή τούτων εὐθεῖα.)

816
δῆλον, εἴ γε καὶ ἐν τοῖϲ παθητικοῖϲ καὶ ἐν τοῖϲ μέϲοιϲ διάφορόν ἐϲτι τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίϲτου καὶ τοῦ δευτέρου μέλλοντοϲ· τὸ μὲν γὰρ τοῦ δευτέρου μέϲου ἀορίϲτου ἀπαρέμφατον τυπέϲθαι καὶ νυγέϲθαι ἔϲτί, τὸ δὲ τοῦ δευτέρου μέϲου μέλλοντοϲ τυπεῖϲθαι καὶ νυγεῖϲθαι. καὶ πάλιν τὸ μὲν τοῦ δευτέρου ἀορίϲτου παθητικοῦ ἀπαρέμφατον τυπῆναι καὶ νυγῆναί ἐϲτι, τὸ δὲ τοῦ δευτέρου μέλλοντοϲ τυπήϲεϲθαι καὶ νυγήϲεϲθαι.

(Περὶ προϲτακτικῶν).