Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἰϲτέον ὅτι ὁ α΄ μέλλων ὁ ἐνεργητικὸϲ πῇ μὲν τὸ ω εἰϲ τὸ ο τρέπει ἐν τῷ πρώτῳ μέϲῳ μέλλοντι οἷον τύψω τύψομαι, πῇ δὲ εἰϲ τὴν δῦ δίφθογγον, καρῶ καροῦμαι. ὁ δὲ β΄ μέλλων ὁ ἐνεργητικὸϲ ἀεὶ τὸ ω εἰϲ τὴν ου δίφθογγον τρέπει ἐν τῷ α΄ μέϲῳ μέλλοντι. καὶ ὁ μὲν α΄ μέλλων ὁ ἐνεργητικόϲ, ἐπειδὴ πῇ μὲν βαρύνεται, πῇ δὲ περιϲπᾶται οἷον τύψω, εὐφρανῶ, τούτου χάριν ἡνίκα βαρύνεται τρέπει τὸ ω εἰϲ τὸ ο, ἡνίκα δὲ περιϲπᾶται, τρέπει τὸ ω εἰϲ τὴν ου δίφθογγον ὁ β΄ μέλλων ὁ ἐνεργητικόϲ, ἐπειδὴ ἀεὶ περιϲπᾶται, τούτου χάριν ἀεὶ εἰϲ τὴν ου δίφθογγον τρέπει τὸ ω ἐν τῷ β΄ μέλλοντι. δεῖ δὲ καὶ τοῦτο γινώϲκειν, ὅτι εἰ καί φηϲιν Ἡρωδιανὸϲ μήποτε εὑρίϲκεϲθαι ἐν χρήϲει β΄ μέλλοντα ἐνεργητικὸν ὁριϲτικόν, ἀλλ’ οὖν ἀπὸ τοῦ β΄ μέλλοντοϲ μέϲου εὑρίϲκεται ἐν χρήϲει· ὥϲπερ καὶ ὁ δραμοῦμαι ἀπὸ τοῦ δραμω καὶ ὁ κατθανοῦμαι ἀπὸ τοῦ κατθάνω.

(Περὶ τοῦ μετ᾿ ὀλίγον μέλλοντοϲ).

(Περὶ ἀπαρεμφάτων).

δύο τελικὰ ἐϲτι τῶν ἀπαρεμφάτων, τὸ ν καὶ ἡ αι δίφθογγοϲ οἷον τύπτειν τύπτεϲθαι. καὶ τοῦτο εἰκότωϲ. ἐπειδὴ γὰρ τὰ ἀπαρέμφατα ἐν μιᾷ

813
φωνῇ δοκεῖ τὰ τρία πρόϲωπα ἔχειν οἶον τύπτειν θέλω, τύπτειν θέλειϲ, τύπτειν θέλει, τούτου χάριν καὶ τελικὰ ἔλαβεν ἁρμόζοντα τοῖϲ τριϲὶ προϲώποιϲ, καὶ διὰ τοῦτο τὸ ν καὶ τὴν αι δίφθογγον ἔχει τελικὰ τὰ ἀπαρέμφατα· καὶ γὰρ καὶ τὸ καὶ ἡ αι δίφθογγοϲ εὑρίϲκεται καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ καὶ ἐν τρίτῳ προϲώπῳ οἶον τυπτόμεθον τύπτεϲθον τύπτεϲθον, πεποίημαι πεποίηϲαι πεποίηται τὸ γὰρ ἐνταῦθα τελικὸν ὑπάρχον τῶν ῥημάτων οἶον ἔτυψαϲ οὐκ ἔϲτι τελικὸν τῶν ἀπαρεμφάτων, ἐπειδὴ τὸ ϲ τελικόν ἐϲτι μόνου δευτέρου προϲώπου παῤ ἡμῖν καὶ παρὰ τοῖϲ Ἀθηναίοιϲ οἷον τέτυφαϲ. πρόϲκειται «παῤ ἡμῖν καὶ παρὰ τοῖϲ Ἀθηναίοιϲ», ἐπειδὴ παρὰ ταῖϲ διαλέκτοιϲ εὑρίϲκεται τὸ ϲ καὶ α προϲώπου τελικὸν καὶ γ΄, ὡϲ παρὰ θεοκρίτῳ (7, 2)
  • εἵρπομεϲ ἐκ πόλιοϲ,
  • ἀντὶ τοῦ εἵρπομεν ἐκ πόλεωϲ· καὶ πάλιν ἐπὶ γ΄, ἀντὶ τοῦ ἦν (7, 1),
  • ἦϲ χρόνοϲ ἁνίκ’ ἐγώ τε καὶ Εὔκριτοϲ ἐϲ τὸν Ἄλεντα,
  • ἀντὶ τοῦ ἦν.

    κανονίζεται τὰ ἀπὸ βαρυτόνων γινόμενα ἀπαρέμφατα ἀπὸ τοῦ ἐνεϲτῶτοϲ· πᾶϲ ἐνεϲτὼϲ ἀπὸ βαρυτόνων θεμάτων κατὰ τὸ τρίτον πρόϲωπον προϲλαμβάνων τὸ ν τὸ ἀπαρέμφατον ποιεῖ τοῦ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ οἶον τύπτει τύπτειν, λέγει λέγειν, γράφει γράφειν, κόπτει κόπτειν, πλήττει πλήττειν, ᾄδεῖ ᾄδειν, πλέκει πλέκειν τὰ δὲ ἀπὸ περιϲπωμένων γινόμενα ἀπαρέμφατα κανονίζεται ἀπὸ τοῦ παρατατικοῦ τοῦτον τὸν τρόπον· πᾶϲ παρατατικὸϲ ἀπὸ περιϲπωμένων κατὰ τὸ γ΄ πρόϲωπον προϲλαμβάνων τὸ ν μετὰ περιϲπωμένου τόνου καὶ τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν ἀποβάλλων τὸ ἀπαρέμφατον ποιεῖ οἶον ἐποίει ποιεῖν, ἐνόει νοεῖν, ἐτέλει τελεῖν, ἐβόα βοᾶν, ἐγέλα γελᾶν, ἐπέρα περᾶν, ἔχρύϲου χρυϲοῦν, ἐϲτεφάνου ϲτεφανοῦν, ὤρθου ὀρθοῦν, ἵδρου ἱδροῦν ὅτι γὰρ καὶ ἐπὶ τῶν περιϲπωμένων τὰ ἀπαρέμφατα τοῦ ἐνεϲτῶτοϲ καὶ παρατατικοῦ ἀπὸ τοῦ παρατατικοῦ κανονίζεται καὶ οὐκ ἀπὸ τοῦ ἐνεϲτῶτοϲ, δῆλον ἐκ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων καὶ ἐκ τῆϲ γ΄· καὶ ἐκ μὲν τῆϲ γ΄, ὅτι χρυϲοῦν καὶ ϲτεφανοῦν λέγομεν διὰ τῆϲ ου διφθόγγου τὰ ἀπαρέμφατα, ἐπειδὴ καὶ ὁ παρατατικὸϲ ἐχρύ-ϲου καὶ ἐϲτεφάνου ἐϲτὶ διὰ τῆϲ ου διφθόγγου· εἰ δὲ ἐγένετο ἀπὸ τοῦ ἐνεϲτῶτοϲ, χρυϲοῖν καὶ ϲτεφανοῖν εἴχομεν λέγειν, χρυϲῶ γὰρ χρυϲοῖϲ χρυϲοῖ καὶ ϲτεφανῶ ϲτεφανοῖϲ ϲτεφανοῖ ἐϲτιν ὁ ἐνεϲτώϲ ἀπὸ δὲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων δῆλόν ἐϲτιν, ὅτι ἐπὶ τῶν περιϲπωμένων τὰ ἀπαρέμφατα ἀπὸ τοῦ παρατατικοῦ γίνεται καὶ οὐκ ἀπὸ τοῦ ἐνεϲτῶτοϲ, ὅτι βοᾶν καὶ γελᾶν λέγομεν χωρὶϲ τοῦ ῑ εἰ δὲ ἐκανονίζετο ἐκ τοῦ ἐνεϲτῶτοϲ, βοᾷν καὶ γελᾷν εἶχεν εἶναι ϲὺν τῷ ῑ, ἐπειδὴ καὶ ὁ ἐνεϲτὼϲ βοῶ βοᾷϲ βοᾷ, γελῶ γελᾷϲ γελᾷ ἐϲτι ϲὺν τῷ ῑ. εἰ δέ τιϲ εἴποι, διὰ τί γὰρ τὸ βοᾶν καὶ γελᾶν οὐκ ἔχει τὸ ῑ προϲγεγραμμένον, λέγομεν ὅτι τὰ εἰϲ ν λήγοντα ῥήματα οὐδέποτε ἔχει πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον ἐτύφθην, ἐδάρην, ἐβόων, ἐγέλων, ἐπέρων· οὕτωϲ οὖν καὶ βοᾶν καὶ γελᾶν χωρίϲ τοῦ ῑ ἄλλωϲ τε δὲ διὰ τοῦτο τὸ βοᾶν καὶ γελᾶν οὐκ ἔχει τὸ ῑ προϲγεγραμμένον, ἐπειδὴ οὐδὲ τὸ βοᾶϲθαι, καὶ γελᾶϲθαι ἔχει τὸ ῑ προϲγεγραμμένον κατὰ τὴν παραλήγουϲαν· καθόλου δὲ τὰ εἰϲ ϲθαι ἀπαρέμφατα προπεριϲπώμενα χρόνου ἐνεϲτῶτοϲ τὴν ἰδίαν παραλήγουϲαν ἔχει ἐπὶ τῶν ἐνεργητικῶν ὁ δὲ λόγοϲ ἐπὶ τῶν φωνηέντων οἷον ποιεῖϲθαι ποιεῖν, νοεῖϲθαι νοεῖν, χρυϲοῦϲθαι χρυϲοῦν, ϲτεφανοῦϲθαι ϲτεφανοῦν· εἰ οὖν τὸ βοᾶϲθαι καὶ γελᾶϲθαι οὐκ ἔχει τὸ ῑ προϲγεγραμμένον κατὰ τὴν παραλήγουϲαν, ἄρα οὐδὲ τὸ βοᾶν καὶ γελᾶν ἔχει τὸ ῑ προϲγεγραμμένον κατὰ τὴν παραλήγουϲαν.

    εὐλόγωϲ τὰ ἀπαρέμφατα τοῦ ἐνεργηκικοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ καὶ τοῦ μέϲου παρακειμένου εἰϲ ναι ἐϲτίν, ἐπειδὴ καὶ ἡ μετοχὴ αὐτῶν εἰϲ ϲ μετ᾿ ὀξείαϲ τάϲεώϲ ἐϲτιν οἷον τετυφώϲ, πεποιηκώϲ, δεδουπάϲ· τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ εἰϲ ναι ἔχει τὸ ἀπαρέμφατον οἶον τυφθείϲ τυφθῆναι, τυπείϲ τυπῆναι, ἱϲτάϲ ἱϲτάναι, διδούϲ διδόναι, ζευγνύϲ

    814
    ζευγνύναι· οὕτωϲ οὖν καὶ τετυφώϲ τετυφέναι καὶ τετυπώϲ τετυπέναι. τὰ δὲ λοιπὰ τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ᾿  ὀξείαϲ τάϲεωϲ κανονίζεται τοῦτον τὸν τρόπον· τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τρέπον τὴν μεν ϲυλλαβὴν εἰϲ ναι καὶ ἀποβάλλον τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν τὸ ἀπαρέμφατον ποιεῖ μετὰ τοῦ φυλάττεϲθαι, δηλονότι ἐν τοῖϲ ἀπαρεμφάτοιϲ, τὴν παραλήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν ἐξ οὖ κανονίζεται οἶον τυφθείϲἐτύφθημεν τυφθῆναι, τυπείϲ ἐτύπημεν τυπῆναι, τιθείϲ τίθεμεν τιθέναι, ἱϲτάϲ ἵϲταμεν ἱϲτάναι, διδούϲ δίδομεν διδόναι, ζευγνύϲ ζεύγνυμεν ζευγνύναι, ϲτάϲ ἔϲτημεν ϲτῆναι, γνούϲ ἔγνωμεν γνῶναι, βιούϲ ἐβίωμεν βιῶναι, ἁλούϲ ἥλωμεν ἁλῶναι· ϲεϲημείωται τὸ δοῦναι, θεῖναι, εἷναι· ταῦτα γὰρ ἀπαρέμφατα ὄντα δευτέρου ἀορίϲτουἐνεργητικοῦ οὐκ ἐφύλαξε τὴν παραλήγουϲαν τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν, ἐξ οὗ κανονίζετοι· ἔδομεν γὰρ καὶ ἔθεμεν καὶ ἕμεν ἐϲτὶ τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν· οὐ μόνον δὲ κατὰ τοῦτο ϲεϲημείωται τὸ δοῦναι, θεῖναι, εἶναι, ἀλλὰ καὶ κατὰ ἄλλο τὰ γὰρ εἰϲ ναι ἀπαρέμφατα ἔχοντα τὸ κλιτικὸν οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι οἶον τυφθῆναι τυπῆναι τετυφέναι. πρόϲκειται «ἔχοντα τὸ ν κλιτικὸν» διὰ τὸ μεῖναι· τοῦτο γὰρ διφθόγγῳ παραλήγεται, ἀλλ᾿  οὐκ ἔχει τὸ ν κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεϲτῶτοϲ ἔχει αὐτό· μένω γάρ ἐϲτιν ὁ ἐνεϲτὼϲ καὶ ἔχει τὸ ν παράλογα οὖν ἐϲτι ταῦτα, φημὶ δὴ τὸ θεῖναι, δοῦναι, εἶναι, ὡϲ διφθόγγῳ παραληγόμενα ἔχοντα τὸ ν κλιτικόν. ἀλλ᾿  ἔϲτιν ἀπολογήϲαϲθαι περὶ αὐτῶν οὕτωϲ· ἰϲτέον ὅτι διὰ τὴν τοιαύτην αἰτίαν ταῦτα διφθόγγῳ παραλήγεται· ἀπὸ τοῦ ἔδομεν γὰρ γέγονε δόναι καὶ ἀπὸ τοῦ ἔθεμεν θέναι καὶ ἀπὸ τοῦ ἕμεν ἕναι· καὶ ἐπεὶ τὰ εἰϲ ναι ἀπαρέμφατα ἀορίϲτου ὄντα μακρῷ θέλει παραλήγεϲθαι οἶον τυφθῆναι, τυπῆναι, ϲτῆναι, βῆναι, γνῶναι, βιῶναι, ἀναγνῶναι, δαρῆναι, νυγῆναι, ἀναγκάζεται καὶ ταῦτα μακρᾷ παραλήγεϲθαι, ὡϲ ἀορίϲτου ὄντα· καὶ ἐπειδὴ τὸ μὲν ο μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ υ μεγεθύνεται οἷον τύπτοντεϲ τύπτουϲα, λέγοντεϲ λέγουϲα, τὸ διά τῆϲ προϲθήκηϲ τοῦ ῑ μεγεθύνεται οἷον τυφθέντοϲ τυφθεῖϲα, νυγέντοϲ νυγεῖϲα, τούτου χάριν τὸ μὲν δόναι ἐμεγεθύνθη διὰ τῆϲ προϲθήκηϲ τοῦ υ καὶ γέγονε δοῦναι, τὸ δὲ θέναι καὶ ἕναι διά τῆϲ προϲθήκηϲ τοῦ ῑ ἐμεγεθύνθη καὶ γέγονε θεῖναι καὶ εἶναι τούτου χάριν ταῦτα διφθόγγῳ παραλήγεται. πρόϲκειται δὲ ἀνωτέρω «τα εἰϲ ναι ἀπαρέμφατα», ἐπειδὴ τὰ εἰϲ ϲαι ἀπαρέμφατα ἀορίϲτου ὄντα οὐ πάντωϲ μακρᾷ παραλήγεται οἶον τελέϲαι, ϲυρίϲαι, λεπίϲαι. πρόϲκειται δὲ ἐν τῷ κανόνι «ἀορίϲτου ὄντα» διὰ τὸ τετυφέναι, τετυπέναι, τιθέναι, διδόναι ταῦτα γὰρ εἰϲ ναι ἀπαρέμφατα ὄντα οὐ παραλήγεται μακρᾷ, ἀλλ᾿  οὐκ ἔϲτιν ἀορίϲτου χρόνου. ἄξιον δέ ἐϲτι ζητῆϲαι εἰ ἄρα τὸ θεῖναι καὶ δοῦναι καὶ εἶναι διὰ τοῦτο προϲέλαβε τὸ ῡ καὶ ῑ, ἐπειδὴ ἠναγκάζετο, ὡϲ εἴρηται, μακρᾷ παραλήγεϲθαι ὡϲ ἀορίϲτου ὄντα, διὰ τί μὴ μᾶλλον τὸ μὲν δόναι γέγονε δῶναι κατὰ ἔκταϲιν τοῦ ο εἰϲ ω, ὥϲπερ ὀμνύω ὤμνυον, τὸ δὲ θέναι καὶ ἕναι θῆναι καὶ ἧναι διὰ τοῦ η κατὰ ἔκταϲιν τοῦ ε εἰϲ τὸ η, ὥϲπερ ἐλέγχω ἤλεγχον οὕτω γὰρ εἰ ἐγένετο καὶ μακρῷ εὑρίϲκετο παραληγόμενα καὶ οὐκέτι παράλογα ὡϲ διφθόγγῳ παραληγόμενα. ἔϲτιν οὖν εἰπεῖν, ὅτι εἰ ἐγετο ταῦτα οὕτωϲ κατὰ ἔκταϲιν τῶν φωνηέντων, οὐδὲ ὅλωϲ ἐφυλάττετό τι τῆϲ παραληγούϲηϲ τοῦ α΄ προϲώπου τῶν πληθυντικῶν, φημὶ δὴ τοῦ ἔδομεν, ἔθεμεν, ἔμεν (ὅπερ ϲημαίνει τὸ ἀπελύϲαμεν)· τούτου οὕν χάριν τὸ μὲν δοῦναι τὸ υ προϲέλαβε, τὸ δὲ θεῖναι καὶ εἷναι τὸ ῑ, ἵνα εὑρεθῇ ἐν ταὐτῷ καὶ φυλάττοντα τὸ φωνῆεν τῆϲ παραληγούϲηϲ τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριϲτικοῦ, καὶ μακρὰν ποιοῦντα τὴν παραλήγουϲαν. τούτων οὕτωϲ ἐχόντων, ζητοῦμεν διὰ τί ὁ παρακείμενοϲ ὁ ἐνεργητικὸϲ καὶ ὁ μέϲοϲ ἔχοντεϲ τὴν μετοχὴν εἰϲ ϲ μετ’ ὀξείαϲ τάϲεωϲ οὐ φυλάττουϲι τὴν παραλήγουϲαν τοῦ ἰδίου πρώτου προϲώπου τῶν πληθυντικῶν ἐν τοῖϲ ἀπαρεμφάτοιϲ· οὐδὲ γὰρ λέγομεν τετύφαμεν τετυφάναι καὶ τετύπαμεν τετυπάναι, ὥϲπερ ἐτύφθημεν τυφθῆναι, καὶ ἐτύπημεν τυπῆναι ἀλλὰ τετυφέναι καὶ τετυπέναι διὰ τοῦ ε. καὶ ἔϲτιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην τῷ λόγῳ τῆϲ παραληγούϲηϲ τοῦ α΄ προϲώπου τῶν πληθυντικῶν τοῦ παρακειμένου διὰ τοῦ πρώτου (leg. ᾱ) βραχέοϲ ὤφειλεν εἶναι τὸ
    815
    ἀπαρέμφατον οἶον τετυφάναι, τετύφαμεν γάρ ἐϲτι τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ παρακειμένου, τῷ δὲ λόγῳ τῆϲ παραληγούϲηϲ τοῦ πρώτου προϲώπου τῶν πληθυντικῶν τοῦ ὑπερϲυντελικοῦ τετυφεῖναι ὤφειλεν εἶναι τὸ ἀπαρέμφατον διὰ τῆϲ ει διφθόγγου, ἐτετύφειμεν γάρ ἐϲτι τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τοῦ ὑπερϲυντελικοῦ· ἐπειδὴ δὲ ὁ παρακείμενοϲ καὶ ὁ ὑπερϲυντελικὸϲ ϲυνεζευγμένην ἔχουϲι τὴν μετοχήν, ἀναγκάζονται καὶ τὰ ἀπαρέμφατα ϲυνεζευγμένα ἔχειν, ὦν γὰρ αἱ μετοχαὶ ϲυνεζευγμέναι εἰϲί, τούτων καὶ τὰ ἀπαρέμφατα ϲυνεζευγμένα ἐϲτί· ϲυνεζευγμένου δὲ ὄντοϲ τοῦ ἀπαρεμφάτου τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ, οὐ δύναται τὰ ἀπαρέμφατα τὴν ει δίφθογγον ἔχειν κατὰ τὴν παραλήγουϲαν καὶ τὸ πρῶτον ϲυνεϲταλμένον. τῶν οὖν δύο κανόνων μαχομένων καὶ τοῦ μὲν ἑνὸϲ ἀπαιτοῦντοϲ τὴν ει δίφθογγον, τοῦ δὲ ἑτέρου τὸ ᾱ ϲυνεϲταλμένον, τὰ τῆϲ ἀναλογίαϲ ἀνεμερίϲαντο, καὶ ὁ μὲν βραχὺϲ χρόνοϲ ἐφυλάχθη τοῦ παρακειμένου, καὶ γὰρ τὸ ε βραχύ ἐϲτιν ὁμοίωϲ τῷ ᾱ ϲυνεϲταλμένῳ, τὸ δὲ φωνῆεν τοῦ ὑπερϲυντελικοῦ ἐφυλάχθη, λέγω δὴ τὸ ε, καὶ γὰρ ὁ ὑπερϲυντελικὸϲ τὴν ει δίφθογγον ἔχει. εἰ δέ τιϲ εἴποι, διὰ τί γὰρ μὴ ἐκ τοῦ ἐναντίου γέγονε τετυφᾶναι διὰ μακροῦ τοῦ ᾱ, ἵνα ἡ μὲν ποιότηϲ τῆϲ παραληγούϲηϲ τοῦ τετύφαμεν παρακειμένου φυλαχθῇ, τουτέϲτι τὸ ᾱ, ὁ δὲ χρόνοϲ τοῦ ἐτετύφειμεν ὑπερϲυντελικοῦ, τουτέϲτιν ὁ μακρόϲ, λέγομεν ὅτι εὐλόγωϲ μᾶλλον τῇ παραληγούϲῃ τοῦ ὑπερϲυντελικοῦ ἀκολουθεῖ τὸ ἀπαρέμφατον τοῦ παρακειμένου καὶ ὑπερϲυντελικοῦ, καὶ δῆλον ἐκ τοῦ εἰδέναι ἀπαρεμφάτου παρακειμένου καὶ ὑπερϲυντελικοῦ τοῦ ϲημαίνοντοϲ τὸ γινώϲκειν, οὗ ἡ μετοχὴ ὁ εἰδώϲ. τοῦτο γάρ οὐ τῇ ἀρχούϲῃ τοῦ οἶδα μέϲου παρακειμένου ἠκολούθηϲεν, ἀλλὰ τῇ ἀρχούϲῃ τοῦ ἔδειν ὑπερϲυντελικοῦ, ὅϲτιϲ καὶ κατ᾿  ἔκταϲιν Ἀττικὴν διὰ τοῦ η καὶ ῑ γίνεται ᾔδειν.