Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἔλϲαν Αἰολικωτέρα κλίϲιϲ Choer. 545, 1 τὸ φθερῶ οἱ Αἰολεῖϲ θέλοντεϲ βαρύνειν ἅτε δὴ βαρυντικοὶ ὄντεϲ φθέρϲω λέγουϲι τὸ ϲ προϲτιθέντεϲ. τὸ γὰρ ϲ χαρακτηριϲτικόν ἐϲτι βαρυτόνου μέλλοντοϲ οἶον ποιήϲω, νοήϲω. καί πάλιν τὸ κερῶ κέρϲω λέγουϲιν ἐξ οὗ τὸ «ἀπέκερϲε τένονταϲ» (Κ 456).

ἔϲτι δὲ κακονίϲαι τὴν παραλήγουϲαν τοῦ μέλλοντοϲ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων οὕτωϲ· ὅτε γὰρ μακρᾷ παραλήγεται ὁ ἐνεϲτώϲ, τότε ὁ μέλλων διὰ τοῦ η ἐκφέρεται οἷον ποιῶ ποιήϲω, εὑρῶ εὑρήϲω, τηρῶ τηρήϲω, ἀθλῶ ἀθλήϲω, πενθῶ πενθήϲω, ὀλιϲθῶ ὀλιϲθήϲω· δεῖ προϲθεῖναι χωρὶϲ τοῦ ἀρκῶ ἀρκέϲω, τοῦτο γὰρ μακρᾷ παραληγόμενον κατὰ τὸν ἐνεϲτῶτα διὰ τοῦ ε ἐξηνέχθη κατὰ τὸν μέλλοντα, καὶ χωρὶϲ τοῦ νεικῶ νεικέϲω, οἶον

  • ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον
  • νεικέϲω (Κ 114).
  • τὸ δὲ αἰνῶ αἰνέϲω ἀναλογώτερόν ἐϲτι παρὰ τοῖϲ ποιηταῖϲ λεγόμενον αἰνήϲω διὰ τοῦ η οἷον μῦθον ἐπαινήϲαντεϲ Ὀδυϲϲῆοϲ θείοιο (Β 335), ἐπειδὴ μακρᾷ παραλήγεται κατὰ τὸν ἐνεϲτῶτα, τοῦ παρὰ τοῖϲ ἰαμβογράφοιϲ διὰ τοῦ ἑ λεγομένου οἷον αἰνέϲω καὶ ἐπαινέϲω, ὡϲ παρὰ Ϲοφοκλεῖ (Αi. 536)
  • ἐπῄνεϲ’ ἔργον (ἔργα Cod. M) καὶ πρόνοιαν ἣν ἔθου
  • καὶ πάλιν παρ’ Εὐριπίδῃ ἐν Μηδείᾳ (707)
  • ἐᾷ δ’ Ἴάϲων, οὐδὲ ταῦτ’ ἐπῄνεϲα,
  • καὶ τὸ αἰδῶ οἰδήϲω, ἐξ οὖ τὸ αἰδήμων, ἀναλογώτερόν ἐϲτι τοῦ αἰδέϲω οἷον
  • αἰδεϲθείϲ βαϲιλῆοϲ ἐνιπὴν αἰδοίοιο (Δ 402).
  • εἰ δὲ βραχείᾳ παραλήγεται ὁ ἐνεϲτὼϲ τῆϲ πρώτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, τότε ὁ μέλλων πῇ μὲν τῷ η παραλήγεται, πῇ δὲ τῷ ε οἷον φιλῶ φιλήϲω, νοῶ νοήϲω, τελέω τελέϲω, πατῶ πατήϲω, πῇ δὲ διφορεῖται οἷον φορῶ φορέϲω καὶ φορήϲω, πονῶ πονέϲω καὶ πονήϲω, τοῦτο δὲ πρὸϲ διάφορον ϲημαινόμενον διάφορον καὶ τὴν παραλήγουϲαν ἔχει ὁ γὰρ πονῶν ἢ ψυχικῶϲ ἢ ϲωματικῶϲ πονεῖ· καὶ εἰ μὲν ϲωματικῶϲ, διὰ τοῦ πονέϲω δεῖ λέγειν, εἰ δὲ ψυχικῶϲ πονήϲω διὰ τοῦ η· διὰ τοῦτο ϲεϲημειούμεθα παρ’ Ἀριϲτοφάνει (Pac. 820)
  • ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ ϲκέλη·
  • ἐπειδὴ ϲωματικῶϲ λεχθὲν διὰ τοῦ ε ἐξηνέχθη.

    περὶ δὲ τῆϲ παραληγούϲηϲ τοῦ μέλλοντοϲ τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἔϲτιν εἰπεῖν ταῦτα ἰϲτέον ὅτι ὁ μέλλων τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἢ τῷ η παραλήγεται ἢ τῷ α οἷον βοήϲω, ἐάϲω, καὶ τῷ α ἢ μακρῷ ἢ βραχεῖ· ἡνίκα μὲν τὸ λ πρὸ τοῦ α κατὰ τὸν μέλλοντα,

    808
    ϲυνεϲταλμένον ἐϲτὶν οἷον γελῶ γελάϲω, κλῶ κλάϲω, θλῶ θλάϲω, ἡνίκα δὲ πρὸ τοῦ α τὸ ρ ἢ καθαρὸν τὸ α, τότε τὸ α μακρόν ἐϲτιν οἶον γηρῶ γηράϲω, φυρῶ φυράϲω, περῶ περάϲω (ἐπὶ τοῦ παρελθεῖν τὸ γὰρ περάϲω ἐπὶ τοῦ πωλήϲω βραχὺ ἔχει τὸ α οἷον
  • Τρώων καὶ πολλοὺϲ ζωοὺϲ ἕλον ἠδ’ ἐπέραϲϲα Φ 102,
  • ἐπλεονάϲθη γὰρ τὸ ϲ διὰ τὴν βραχεῖαν, καὶ μήποτε ὡϲ ἀπὸ τοῦ περάζω ἐϲτὶν ὥϲπερ ἀγοράζω ἀγοράϲω)· τὸ κεράϲω ἔχον πρὸ τοῦ α τὸ ρ καὶ ϲυϲτέλλον τὸ α οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτιν ἀπὸ τοῦ κερῶ κερᾷϲ, ἀλλ’ ιὡϲ ἀπὸ τοῦ κεράζω, ὥϲπερ ἀπὸ τοῦ ἀγοράζω ἀγοράϲω. ταῦτα μὲν ἐπὶ τῶν ἐχόντων πρὸ τοῦ α τὸ ρ τῶν δὲ ἐχόντων τὸ α καθαρὸν ἔϲτωϲαν παραδείγματα ταῦτα· ἀνιῶ ἀνιάϲω, κοπιῶ κοπιάϲω, ἀγωνιῶ ἀγωνιάϲω, μειδιῶ μειδιάϲω, ἀροτριῶ ἀροτριάϲω, (ἐρυθριῶ ἐρυθριάϲω, ἐῶ ἐάϲω τὸ γὰρ
  • οὐκ ἐάϲουϲιν ἐμοὶ δόμεναι βιόν (φ 233)
  • ποιητικῶϲ ϲυνεϲτάλη· τὸ πεινάϲω καὶ διψάϲω μακρὸν ἔχοντα τὸ α καὶ μὴ ἔχοντα πρὸ τοῦ α μήτε ρ μήτε φωνῆεν οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ ἀπὸ τοῦ πεινήϲω καὶ διψήϲω γέγονε κατὰ τροπὴν Δωρικὴν τοῦ η εἰϲ α μακρόν.

    περὶ δὲ τῆϲ παραληγούϲηϲ τοῦ μέλλοντοϲ τῆϲ τρίτηϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων ἔϲτιν εἰπεῖν ταῦτα ὅτι ἡ τρίτη ϲυζυγία τῶν περιϲπωμένων κατὰ τὸν μέλλοντα ἢ τῷ ω παραλήγεται οἶον χρυϲῶ χρυϲώϲω ἢ τῷ ο οἷον ὀμῶ ὀμόϲω. καὶ ἔϲτιν εἰπεῖν, διὰ τί; ὅτι ὅϲα μὲν ἔχει ὀνόματα παρακείμενα διὰ τοῦ ω ἐκφέρεται κατὰ τὸν μέλλοντα οἶον χρυϲόϲ χρυϲῶ χρυϲώϲω, ἄργυροϲ ἀργυρῶ ἀργυρώϲω, γύψοϲ γυψῶ γυψώϲω, χείρ χειρῶ χειρώϲω (ἐξ οὗ τὸ χειροῦμαι καὶ χειρώϲομαι), πῦρ πυρόϲ πυρῶ πυρώϲω, ϲτέφανοϲ ϲτεφανῶ ϲτεφανώϲω, ὀρθόϲ ὀρθῶ ὀρθώϲω, ϲτρεβλόϲ ϲτρεβλῶ ϲτρεβλώϲω, κακόϲ κακῶ κακώϲω, ταπεινόϲ ταπεινῶ ταπεινώϲω ὅϲα δ’ οὐκ ἔχει ὄνομα προüποκείμενον, διὰ τοῦ ο ἐκφέρεται κατὰ τὸν μέλλοντα οἶον ὀμῶ ὀμόϲω, ὀνῶ ὀνόϲω (ϲημαίνει δὲ τὸ μέμφομαι) καὶ ἀρῶ ἀρόϲω (ϲημαίνει δὲ τὸ ἀροτριῶ), τοῦτο δὲ διφορεῖται· τινὲϲ μὲν γὰρ διὰ τοῦ ο γράφουϲιν αὐτὸ ϲ δοξάζοντεϲ μὴ ἔχειν αὐτὸ ὄνομα προυποκείμενον, τινὲϲ δὲ διὰ τοῦ ω γράφουϲιν αὐτὸ λέγοντεϲ ὅτι ἔχει ὄνομα προυποκείμενον τὸ Ἄρηϲ, Ἄρηϲ γάρ ἐϲτιν ὁ ϲίδηροϲ.

    ( Περὶ δευτέρου μέλλοντοϲ).