Περὶ ῥημάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Causa autem perispaseos, quam significat Herodianus b. l., explicate exponitur ap. Choer. 647, 3: ἰϲτέον ὅτι ἐπὶ τῶν διὰ τοῦ ιζω ὑπερδιϲυλλάβων διὰ τοῦ ι γραφομένων εἰώθαϲιν οἱ Ἀθηναῖοι ἀποβάλλειν τὸ ϲ κατὰ τὸν μέλλοντα καὶ περιϲπᾶν οἷον γεμίζω γεμίϲω γεμιῶ, ἐλπίζω ἐλπίϲω ἐλπιῶ, ϲυρίζω ϲυρίϲω ϲυριῶ, λακτίζω λακτίϲω λακτιῶ, βαδίζω βαδίϲω βαδιῶ, κουφίζω κουφίϲω κουφιῶ. ἀποβάλλουϲι δὲ τὸ ϲ πρῶτον καὶ οὕτωϲ περιϲπῶϲιν, ἐπειδὴ τὸ ϲ χαρακτηριϲτικόν ἐϲτι βαρυτόνου μέλλοντοϲ οἷον ποιήϲω, νοήϲω, λαλήϲω· ἀποβάλλουϲι γὰρ πρῶτον τὸ αἴτιον τῆϲ βαρείαϲ τάϲεωϲ καὶ οὕτωϲ περιϲπῶϲι τοῦτο δὲ ποιοῦϲι κατὰ τὸν μέλλοντα διὰ ταύτην τὴν αἰτίαν· κανών ἐϲτιν ὁ λέγων, ὅτι ἡ παραλήγουϲα τοῦ βαρυτόνου μέλλοντοϲ ἢ ἴϲη θέλει εἶναι πρὸϲ τὴν παραλήγουϲαν τοῦ βαρυτόνου ἐνεϲτῶτοϲ, ἢ μείζων , οὐδέποτε δὲ ἐλάττων, χωρὶϲ τοῦ πνίγω πνίξω, ἐρείκω ἐρείξω, ψύχω ψύξω ἴϲη μὲν οἷον λείπω λείψω, πείθω πείϲω, λείβω λείψω, τύπτω τύψω, ῥάπτω ῥάψω, βλάπτω βλάψω· μείζων δὲ οἷον λέγω λέξω, πλέκω πλέξω, γράφω γράψω, τρέχω θρέξω, ἔχω ἕξω. πρόϲκειται «βαρυτόνου ἐνεϲτῶτοϲ» διὰ τὸ ἀρκῶ ἀρκέϲω· ἐνταῦθα γὰρ ἡ παραλήγουϲα τοῦ βαρυτόνου μέλλοντοϲ ἐλάττων ἐϲτὶ τῆϲ παραληγούϲηϲ τοῦ ἐνεϲτῶτοϲ ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι βαρύτονοϲ ἐνεϲτώϲ. πρόϲκειται «βαρυτόνου μέλλοντοϲ», διὰ τὸ κείρω κερῶ ἐνταῦθα γὰρ ἡ παραλήγουϲα τοῦ μέλλοντοϲ ἐλάττων ἐϲτὶ τῆϲ παραληγούϲηϲ τοῦ ἐνεϲτῶτοϲ ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτι βαρύτονοϲ μέλλων. ἐπειδὴ οὖν ἐν τῇ τετάρτῃ ϲυζυγίᾳ παρεβιάϲθη ὁ κανών, ὁ γὰρ ϲυρίζω καὶ δεϲπόζω καὶ γεμίζω καὶ ἑτοιμάζω θέϲει μακρῷ παραλήγονται, τὸ δὲ θέϲει μακρὸν τοῦ φύϲει βραχέοϲ μεῖζόν ἐϲτι, τούτου χάριν ταύτην τὴν παραλογίαν φεύγοντεϲ οἱ Ἀθηναῖοι περιϲπῶϲι τὸν μέλλοντα. κανὼν γάρ ἐϲτιν ὁ λέγων, ὅτι ἡνίκα ὁ μέλλων ἐλάττονα ἔχει τὴν ἰδίαν παραλήγουϲαν τῆϲ παροληγούϲηϲ τοῦ βαρυτόνου ἐνεϲτῶτοϲ, περιϲπᾶται οἷον κείρω κερῶ, ϲπείρω ϲπερῶ, φθείρω φθερῶ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ τί ἐπὶ τῶν ἄλλων τοῦτο οὐ ποιοῦϲι ἐπὶ γὰρ τῶν διὰ τοῦ αζω καὶ οζω οὐκ ἀποβάλλουϲι τὸ ϲ κατὰ τὸν μέλλοντα καὶ περιϲπῶϲιν οἷον δεϲπόζω δεϲπόϲω, ἁρμόζω ἁρμόϲω, ἀγοράζω ἀγοράϲω, ἑτοιμάζω ἑτοιμάϲω. καὶ ἔϲτιν εἰπεῖν, ὅτι ἐπὶ τῶν διὰ τοῦ αζω καὶ ἐπὶ τῶν διὰ τοῦ οζω τοῦτο οὐ ποιοῦϲιν, ἵνα μὴ φεύγοντεϲ τὸ ἓν ἄτοπον μείζονι ἀτόπῳ περιπέϲωϲι· οἱ γὰρ Ἀθηναῖοι ὅπου εὕρωϲι ἀλλεπάλληλα φωνήεντα δυνάμενα ϲυναιρεθῆναι ϲυναιροῦϲιν αὐτὰ οἷον Ἐρετριέωϲ Ἐρετριῶϲ, Πειραιέωϲ Πειραιῶϲ, Δημοϲθένεοϲ Δημοϲθένουϲ, Διομήδεοϲ Διομήδουϲ. εἰ ἀπέβαλλον οὖν ἐπὶ τούτων τὸ ϲ κατὰ τὸν μέλλοντα καὶ περιέϲπαϲαν, ἤμελλον ϲυναίρεϲιν ποιῆϲαι ἀλλεπαλλήλων τῶν αὐτοῦ φωνηέντων οἷον ἑτοιμάζω ἑτοιμάϲω καὶ ἑτοιμῶ ὡϲ τὸ βοῶ· καὶ πάλιν δεϲπόζω δεϲπόϲω δεϲπῶ, ὥϲπερ χρυϲόω χρυϲῶ. εἰ ἐποίηϲαν δὲ ϲυναίρεϲιν, ἤμελλεν ὁ μέλλων ἐλάττοναϲ ϲυλλαβὰϲ ἔχειν τοῦ ἐνεϲτῶτοϲ, ὅπερ ἐϲτίν ἀδύνατον. ὁ μέλλων γὰρ ἰϲοϲυλλαβεῖν [*](1. 1 voluit sine dubio ξ 351 afferre. l. 2 scribendum videtur τοῦ ἐρῶ εἳναι ὥϲπερ τελῶ τελέϲω, οὕτω καὶ ἐρῶ ἐρέϲω. l. 8 cf. Il. Pr. 365, Ο 351 Υ 452.)