Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

λίγξε (Δ 125) τοῦτο δηλοῖ μίμηϲιν ἤχου, ὃν ἀφιεμένου τοῦ βέλουϲ ἀποτελεῖ ἡ νευρά. τὰ δὲ κατὰ μίμηϲιν φωνῆϲ λεγόμενα εἰϲ ἰδιότητα γέγονε· καὶ τοίνυν τὸ λίγξε, εἰ καὶ ἀορίϲτου α΄ χαρακτῆρα ἔχει, ἀλλ’ οὖν τὸ θέμα αὐτοῦ μὴ ζητήϲειϲ, ὅθεν τὸν Νίκανδρόν τινεϲ ἐμέμψαντο ἐν τῷ λέγειν «ἐπιλίζονταϲ ὀϊϲτούϲ». τοῦ γὰρ λίγξε τὸ θέμα θελήϲαϲ εἰπεῖν ἔφθειρε τὴν τοῦ ἤχου μίμηϲιν· οὐ γὰρ ἀπὸ θέματοϲ τὰ τοιαῦτα κέκλιται, ἀλλ’ ἀπὸ τῶν φωνῶν μόνων αὐτῶν ἡ ὀνοματοποιΐα γέγονε καὶ τὸ «ϲίζ’ ὀφθαλμόϲ» (ι 394 ) καιόμενοϲ γὰρ ὁ τοῦ Κύκλωποϲ ὀφθαλμὸϲ ποιὰν ἀπετέλεϲε φωνήν. τοῦ οὖν ϲίζω χαρακτῆρα ἔχοντοϲ ἐνεϲτῶτοϲ χρόνου μὴ ζήτει μηδένα [*](1. 3 extrema verba καὶ ἀπὸ τοῦ τύπτω ἔτυπον in κτυπῶ ἔκτυπον mutanda, sed Herodiano abiudicanda esse vidit Lehrsius Mon. 24, 12 collato gemino Epimerismorum loco Cr. I 176. l. 12 verba οὗτοϲ δὲ μετάγεται addidi collato Choerob. p. 752. Simlia habent Ep. Cr. Ι 205 et Schol. ad 0d. δ 1.) [*](1. 15 Choerobosci praeceptum praeposui, quia γόον ibi protulisse Herodianum arbitror, ubi de aoristis secundis puris disputavit. l.24 prior pars huius adnotamenti usque ad l. 4 p. seq. τῆϲ τοῦ ἤχου μιμήϲεωϲ exstat etiam in E. M. 712, 30 cum subscriptione οὕτω Ζηνόβιοϲ, altera pars inde ab πάλιν ἔϲτι παρὰ τῷ ποιητῇ «εκρίκε κτλ. usque ad finem legitur in E. M.538, 51, E. Gud. 347, 21 cum subscriptione οὕτω Ζηνόδοτοϲ. Zenodotus autem vel Zenobins Herodianum more suo exscripsit cf. quae dixi n Philol. XXI p. 386 seqq. Nicandri versus in E. M. 712,41 servatus est. l. 25 in codice sunt τὰ δὲ κατὰ μίμηϲιν φωνῆϲ ἢ ἰδιότητα λεγόμενα γεγόναϲιν.)

803
χρόνον ἕτερον μηδὲ ἔγκλιϲιν ἑτέραν μηδὲ ὡϲ τὸ ἵζω κλίνῃϲ τὸ ϲίζω, ἵνα μὴ καὶ τὸ ϲημαινόμενον διαφθείρῃϲ. πάλιν ἔϲτι τὸ «κύματα παφλάζοντα (Ν 798). μὴ οὖν ὥϲπερ τὸ θαυμάζω κλίνῃϲ παφλάϲω ἢ πεπάφλακα, ἀφαιρήϲειϲ γὰρ τὴν λέξιν τῆϲ ἐμφάϲεωϲ, τῆϲ τοῦ ἤχου μιμήϲεωϲ. πάλιν ἔϲτι παρὰ τῷ ποιητῇ «κρίκε δὲ ζυγόν » (Π 4 70) μιμητικῶϲ εἰρημένον, ἐφ’ οὗ τινεϲ οὐ προϲεϲχηκότεϲ τῇ μιμήϲει τῆϲ φωνῆϲ ἠπόρηϲαν, ὡϲ Ἡρωδιανόϲ φηϲι, πῶϲ ἀπὸ θέματοϲ τοῦ κρίζω ὢν ὁ δεύτεροϲ ἀόριϲτοϲ οὕτε διὰ τοῦ γ ἐϲτὶν οὕτε διὰ τοῦ δ ὡϲ τὸ φράζω ἔφραδον καὶ ϲτίζω ἔϲτιγον, ἀλλὰ διὰ τοῦ ὅτι δέ ἐϲτι τὸ κρίζω θέμα, δῆλον ἐκ τῶν κινημάτων· ὁ γὰρ ποιητήϲ φηϲιν «αἱ κεκριγυῖαι » (ω 9) καὶ ῥηματικὸν ὄνομα κριγή ὡϲ παρ’ Ἱππώνακτι « κριγὴ δὲ νεκρῶν ἄγγελόϲ τε καὶ κῆρυξ». ϲχηματίζει δὲ τὸ κρίζω Ἡρωδιανὸϲ οὕτωϲ ἔϲτι μονοϲύλλαβον κρῶ, ἀφ’ οὖ τὸ κράζω ἕτερον ῥῆμα καὶ κρώζω ἀπὸ δὲ τοῦ κράζω γίνεται κρίζω ὡϲ ϲτάζω ϲτίζω, ϲεβάζω ϲεβίζω. τούτου δὲ τοῦ κρίζω ἡμαρτημένον ἀόριϲτον παραλαμβάνει τὸ κρίκε. ἡμεῖϲ δὲ οὐ φαμὲν ἡμαρτῆϲθαι, ἀλλὰ πεποιῆϲθαι.

( Περὶ πρώτου μέλλοντοϲ).

ἄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν ὁ μέλλων ϲυνάρχεϲθαι θέλει τῷ ἰδίῳ ἐνεϲτῶτι οἷον τύπτω τύψω, λέγω λέξω, ἄγω ἄξω, οἰκῶ οἰκήϲω. καὶ ἔϲτιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην ἰϲτέον ὅτι ἀναλογεῖ ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεϲτὼϲ τῇ γενικῇ πάντα γὰρ τὰ ὄντα ἐν τῇ εὐθείᾳ ἐϲτὶ καὶ ἐν τῷ μέλλοντι, καὶ πάντα τὰ ὄντα ἐν τῇ γενικῇ ἐϲτὶ καὶ ἐν τῷ ἐνεϲτῶτι οἷον τὸ ν, ξ, ρ ϲ, ψ ἐϲτίν ἐν τῇ εὐθείᾳ ὡϲ ἐν τῷ Δίων, Φοῖνιξ, Νέϲτωρ, Πάριϲ, Πέλοψ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντί ἐϲτιν οἶον τύψω, λέξω, ποιήϲω, κερῶ, ῥανῶ· καὶ πάλιν διὰ τοῦ γ, κ, χ. β, π, φ, δ, θ, τ, καὶ διὰ καθαροῦ τοῦ οϲ ἐκφέρεται ἡ γενικὴ οἷον Φοίνικοϲ, τέττιγοϲ, ὄνυχοϲ, Πέλοποϲ, Ἄραβοϲ, κίνυφοϲ, Πάριδοϲ, ὄρνιθοϲ, Λάχητοϲ, βότρυοϲ· ἀλλὰ καὶ ὁ ἐνεϲτὼϲ ἐκφέρεται διὰ τούτων τῶν ϲυμφώνων καὶ διὰ καθαροῦ τοῦ ω οἷον λέγω, πλέκω, τρέχω, τέρπω, λείβω, γράφω, δίδω, πείθω, ἀνύτω, ἀκούω, οὐκ ἀντιϲτρέφοντοϲ τοῦ κανόνοϲ οὐδὲ γὰρ πάντα τὰ ὄντα ἐν τῷ μέλλοντί ἐϲτι καὶ ἐν τῇ εὐθείᾳ, οὐδὲ πάντα τὰ ὄντα ἐν τῷ ἐνεϲτῶτι καὶ ἐν τῇ γενικῇ ἰδοὺ γὰρ τὸ μ καὶ τὸ λ ἔϲτιν ἐν τῷ μέλλοντιοἶον τιλῶ, νεμῶ, καὶ ὅμωϲ οὐκ ἔϲτιν ἐν τῇ εὐθείᾳ (τὸ γὰρ Δανιὴλ καὶ Ἀδάμ βάρβαρά ἐϲτι)· καὶ πάλιν ὁ ἐνεϲτὼϲ ἔχει πρὸ τοῦ ω τὸ ζ καὶ τὰ δύο ϲϲ οἷον πλήϲϲω, ϲυρίζω, καὶ ὅμωϲ ἡ γενικὴ ἀπὸ κλίϲεωϲ οὐκ ἔχει ταῦτα. πρόϲκειται «ἀπὸ κλίϲεωϲ » διὰ τὸ μαζὸϲ μαζοῦ καὶ Παρναϲϲὸϲ Παρναϲϲοῦ ἐνταῦθα γὰρ ἀπὸ τῆϲ εὐθείαϲ ἐϲτὶ τὸ ζ καὶ τὰ δύο ϲϲ. ἐπειδὴ οὖν ὁ μέλλων ἀναλογεῖ τῇ εὐθείᾳ, ὁ δὲ ἐνεϲτὼϲ τῇ γενικῇ, ἡ δὲ γενικὴ ϲυνάρχεται τῇ εὐθείᾳ οἷον λέβητοϲ λέβηϲ, Λάχητοϲ Λάχηϲ, Τρωόϲ Τρώϲ, Πηλέωϲ Πηλεύϲ, Αἴαντοϲ Αἴαϲ, ἔρωτοϲ ἔρωϲ· τὸ γὰρ Ζεὺϲ Διόϲ Βοιωτικόν ἐϲτι καὶ τὸ [*](1. 10 in loco Odysseac vulgata scriptura est τετριγυῖαι cf. Bekk. ad h. l. l. 14 Lob. Rhemat. 87 adnotat.: ϲτίζω a ϲτάζω ortum esse hariolatio est Herodiano indigna: in E. M. 727, 25 ϲτίζω a ϲτῶ ut φοιτίζω a φοιτῶ repetitur, quod tamen nostro loco non adversatur, ubi et ϲτάζω et ϲτίζω a ϲτῶ provenire dicuntur ut a κρῶ κράζω et κρίζω. De κρίκε cf. Lob. Parall. 408 not. 19. —Βreviter summa nostri adnotamenti refertur ab Eustath. 1119 extr. ϲεϲίγηται τὸ λίζω καθὰ καὶ ἄλλοι τοιοῦτοι ἐνεϲτῶτεϲ. καὶ γοῦν οὐδὲ τοῦ ἔκλαγξαν ἔϲτιν εὑρεῖν ἐνεϲτῶτα κλάγγω οὐδὲ τοῦ λίγξε βιόϲ τὸ λίγγω οὐδὲ μὴν τὸ κρίζω τοῦ κρίκε ζυγόϲ ἢ κρίγεν. l.18 cf. p.481 et 643, 27.)

804
θρίξ τριχόϲ τροπὴν πέπονθε τοῦ θ εἰϲ τὸ τ, τούτου χάριν ὁ ἐνεϲτὼϲ ϲυνάρχεται τῷ μέλλοντι.

περὶ τῆϲ ποϲότητοϲ τῶν ϲυλλαβῶν ἰϲτέον ὅτι ἐπὶ μὲν βαρυτόνων θεμάτων ἰϲοϲυλλαβεῖ ὁ μέλλων τῷ ἐνεϲτῶτι οἷον τύπτω τύψω τὸ γὰρ παρ’ Ἀριϲτοφάνει τυπτήϲω ἐν Πλούτῳ (21)

  • οὐ γάρ με τυπτήϲειϲ ϲτέφανον ἔχοντά γε
  • ὡϲ ἀπὸ περιϲπωμένου ἐϲτί· λέγω λέξω, πλέκω πλέξω, γράφω γράψω, πείθω πείϲω, ἀκούω ἀκούϲω, βαδίζω βαδίϲω, κείρω κερῶ, φθείρω φθερῶ, μιαίνω μιανῶ. δε προϲθεῖναι χωρὶϲ τῶν ἐχόντων ἕν λ, ἐπὶ τούτων μιᾷ ϲυλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεϲτῶτοϲ, οἷον θέλω θελήϲω, μέλω μελήϲω, μελήϲουϲιν δέ μοι ἵπποι (Ε 228), ὀφείλω ὀφειλήϲω ἐπὶ δὲ περιϲπωμένων μιῇ ϲυλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεϲτῶτοϲ οἶον ποιῶ ποιήϲω, νοῶ νοήϲω, γελῶ γελάϲω, περῶ περάϲω, ϲτεφανῶ ϲτεφανώϲω, γυψῶ γυψώϲω, καὶ ἐπὶ τούτων δὲ ἐὰν λάβῃ τιϲ τὴν ἐντέλειαν, εὑρίϲκει τὸν μέλλοντα ἰϲοϲύλλαβον τῷ ἐνεϲτῶτι οἷον ποιέω ποιήϲω, βοάω βοήϲω, χρυϲόω χρυϲώϲω, ἀλλὰ λοιπὸν ὁ ἐνεϲτὼϲ ϲυναιρούμενοϲ ἔνδειαν πάϲχει ϲυλλαβῆϲ οἶον ποιέω ποιῶ, βοάω βοῶ, χρυϲόω χρυϲῶ, καὶ τούτου χάριν εὑρίϲκεται ὁ μέλλων μιᾷ ϲυλλαβῇ περιττεύων τοῦ ἐνεϲτῶτοϲ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι διὰ τί τὰ δι’ ἑνὸϲ λ ἐκφερόμενα περιττοϲυλλάβουϲ ἔχει τοὺϲ μέλλονταϲ οἶον θέλω θελήϲω, μέλω μελήϲω (τὸ ἐν φροντίδι εἰμί), ὀφείλω ὀφειλήϲω. καὶ λέγει ὁ Ἀπολλώνιοϲ ταύτην τὴν αἰτίαν, ὅτι πολλά ἐϲτι ῥήματα καὶ ὡϲ ἀπὸ βαρυτόνων καὶ ἀπὸ περιϲπωμένων ποιεῖται τὴν κλίϲιν οἶον τύπτω τύψω καὶ τυπτῶ τυπτήϲω,
  • οὐ γάρ με τυπτήϲειϲ ϲτέφανον ἔχοντά γε,
  • Ἀριϲτοφάνηϲ ἐν Πλούτῳ (21)· εἴδω εἴϲω, ἐξ οὖ καὶ τὸ εἴϲομαι
  • εἴϲομαι α κε μ’ ὁ Τυδείδηϲ κρατερὸϲ Διομήδηϲ (Θ 532),
  • καὶ εἰδῶ εἰδήϲω, ἐξ οὖ τὸ
  • εἰδῇϲ δὲ καὶ αὐτόϲ,
  • ῥίπτω ἔρριπτον καὶ ῥιπτῶ ἐρρίπτουν, ὡϲ παρὰ τῷ ποιητῇ (ν 78) «ἀνερρίπτουν», κύω ἔκυον καὶ κυῶ ἐκύουν
  • ἣ δ’ ἐκύει φίλον υἱόν (Τ 117)
  • γράφω γράψω καὶ γραφῶ γραφήϲω, ἐξ οὖ ὁ γεγράφηκα παρακείμενοϲ. οὕτωϲ οὖν καὶ τὰ ἔχοτα ἕν λ ἕωϲ μὲν τοῦ παρατατικοῦ ὡϲ ἀπὸ βαρυτόνων ποιεῖται τὴν κλίϲιν, ἀπὸ δὲ τοῦ μέλλοντοϲ ὡϲ ἀπὸ περιϲπωμένων οἶον θέλω θελήϲω τεθέληκα ἐθέληϲα, μελῶ μελήϲω μεμέληκα ἐμέληϲα, ὀφείλω ὀφειλήϲω ὠφείληκα ὠφεὶληϲα, ὥϲπερ νοῶ νοήϲω νενόηκα ἐνόηϲα. ταῦτα μὲν Ἀπολλώνιοϲ.