Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

εἰ ὁ ἐνεϲτὼϲ διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, καὶ ὁ δεύτεροϲ ἀόριϲτοϲ διὰ καθαροῦ τοῦ ον ἐκφέρεται οἷον κίω ἔκιον ὡϲ παρὰ τῷ ποιητῇ «ἔκιον μεγάλῳ ἀλαλητῷ » (Μ 138), καίω ἔκαον ἐξ οὗ τὸ ἐκάην, πίω ἔπιον.

«οἱ μὲν ἔτι ζωὸν γόον Ἕκτορα δῖον » (Ζ 500) ἀντὶ τοῦ ἐγόων. ὁ μὲν Ἀπολλώνιοϲ δευτέραϲ ϲυζυγίαϲ αὐτὸ εἶναι λέγει καὶ παρατατικοῦ, ὁ δὲ Ἡρωδιανὸϲ δευτέρου ἀορίϲτου ὥϲπερ κτυπῶ ἔκτυπον, οὕτω γοῶ ἔγοον.