Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ὥϲπερ τὸ κρῆναι ἀπὸ διϲυλλάβου τοῦ κραίνω καὶ τὸ μιῆναι ἀπὸ τοῦ μιαίνω, οὕτω καθ’ Ἡρωδιανὸν καὶ τὸ κυδῆναι ἐκ τοῦ κυδαίνω, εἰ καὶ κυδᾶναι, φηϲί, καθ’ ἡμᾶϲ λέγεται ὡϲ καὶ κερδᾶναι.

ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ τί τῶν ϲεϲημειωμένων ἐν τῷ πρώτῳ ἀορίϲτῳ, φημὶ δὲ τὸ ἤνεγκα καὶ εἶπα καὶ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα τὰ μὲν δύο τὰ ἀπὸ τῶν εἰϲ ω, λέγω δὲ τὸ εἶπα καὶ ἤνεγκα, κλίνεται μὲν καὶ εἰϲ τὰϲ μετοχὰϲ καὶ εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ, τὰ δὲ τρία τὰ ἀπὸ τῶν εἰϲ μι, λέγω δὲ τὸ ἔθηκα καὶ ἔδωκα καὶ ἧκα, οὐ κλίνεται οὕτε εἰϲ τὰϲ μετοχὰϲ οὔτε εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ καὶ λέγει ὁ Ἀπολλώνιοϲ ταύτην τὴν ἀπολογίαν κτλ. ὁ δὲ Ἡρωδιανὸϲ ἄλλην ἀπολογίαν παραδίδωϲιν ἔχουϲαν οὕτωϲ τὸ εἶπα διὰ τοῦ ψ ὤφειλεν ἐκφέρεϲθαι, ἐπειδὴ καὶ ὁ μέλλων τὸ ψ ἔχει, ἔψω γάρ ἐϲτι· τοῦ δὲ μέλλοντοϲ τὸ ψ ἔχοντοϲ καὶ ὁ πρῶτοϲ ἀόριϲτοϲ διὰ τοῦ ψ ἐκφέρεται οἷον γράψω ἔγραψα, τύψω ἔτυψα· καὶ πάλιν τὸ ἤνεγκα διὰ τοῦ ξ ὤφειλεν ἐκφέρεϲθαι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ξ ἐκφέρεται, [*](tertia persona, prout sententia poscit, aut pro perfecto putanda est velut ἔμμορε Il. Α 278 aut pro aoristo velut iis locis, quos citat Lob. ad Βuttm. p. 241 l. 2 cf. Choer. 594, 7 et 24, Ep. Cr. 1 267, 13 et 376, 1, E. M 560, 47. 1.18 cf. Choer. 607, 35: πολλάκιϲ οἱ Ἴωνεϲ τρέπουϲι τὸ ἁ εἰϲ τὸ η ἐν τῷ πρώτῳ ἀορίϲτῳ οἷον ἐμίανα ἐμίηνα, ἐχλίανα ἐχλίηνα, ἐθέρμανα ἐθέρμηνα, ἐλίανα ἐλίηνα, ἐκάθαρα ἐκάθηρα, ἐϲήμανα ἐϲήμηνα, ἐξ οὐ ὁ πρῶτοϲ ἀόριϲτοϲ ἐϲημηνάμην καὶ ὑπεϲημηνάμην, ἔφανα ἔφηνα, ἐξ οὖ ὁ α΄ μέϲοϲ ἀόριϲτοϲ ἐφηνάμην. τούτοιϲ δὲ τοῖϲ ὑπὸ τῶν Ἰώνων γινομένοιϲ, λέγω δὲ τὸ ἐμίηνα καὶ ἐλίηνα καὶ ἐχλίηνα καὶ ἐκάθηρα καὶ ἐϲήμηνα καὶ τοῖϲ ὁμοίοιϲ, χρῶνται οἱ Ἀθηναῖοι.)

799
ἐνέγξω γάρ ἐϲτι ὁ μέλλων· τοῦ δὲ μέλλοντοϲ τὸ ξ ἔχοντοϲ καὶ ὁ πρῶτοϲ ἀόριϲτοϲ διὰ τοῦ ξ ἐφέρεται οἷον λέξω ἔλεξα, νύξω ἔνυξα· ἐπειδὴ οὖν τὸ εἶπα διὰ τοῦ ψ ὤφειλε καὶ τὸ ἤνεγκα διὰ τοῦ ξ, οὐκ ἐγένετο δὲ οὕτωϲ, ἀλλὰ τὸ μὲν διὰ τοῦ π, τὸ δὲ διὰ τοῦ κ, τὸ δὲ κ ϲυγγένειαν πρὸϲ τὸ ξ καὶ τὸ π πρὸϲ τὸ ψ ἔχειν, τὸ δὲ ξ ἐκ τοῦ κ καὶ ϲ δοκεῖ ϲυγκεῖϲθαι, τὸ δὲ ψ ἐκ τοῦ π καὶ ϲ, εἰκότωϲ ὡϲ μέροϲ τι. τῆϲ ἀναλογίαϲ φυλάξαντα ἀκωλύτωϲ κλίνεται καὶ εἰϲ τὰϲ μετοχὰϲ καὶ. εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ· τὸ δὲ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα διὰ τοῦ ϲ ὤφειλεν εἶναι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ϲ ἐκφέρεται, δώϲω γὰρ καὶ θήϲω καὶ ἥϲω ἐϲτὶν ὁ μέλλων, ἐξ οὗ καὶ τὸ ἀφήϲω τοῦ δὲ μέλλοντοϲ διὰ τοῦ ϲ ὄντοϲ καὶ ὁ πρῶτοϲ ἀόριϲτοϲ διὰ τοῦ ϲ ἐκφέρεται οἷον ποιήϲω ἐποίηϲα, νοήϲω ἐνόηϲα· ἐπειδὴ οὖν τὸ ἔθηκα, ἔδωκα, ἧκα διὰ τοῦ ϲ ὤφειλεν εἶναι, οὐκ ἐγένετο δὲ οὕτωϲ, ἀλλὰ διὰ τοῦ κ, τὸ δὲ x πρὸϲ τὸ ϲ οὐδεμίαν ϲυγγένειαν ἔχει, εἰκότωϲ ὡϲ μὴ φυλάξαντα μέροϲ τι τῆϲ ἀναλογίαϲ κωλύεται κλίνεϲθαι καὶ εἰϲ τὰϲ μετοχὰϲ καὶ εἰϲ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ.

( Περὶ δευτέρου ἀορίϲτου).