Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

δεῖ γινώϲκειν ὅτι τότε ἐπιλιμπάνουϲιν οἱ μέϲοι παρακείμενοι, ἡνίκα ἀπὸ τῶν περιϲπωμένων θεμάτων εὑρεθῇ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ, καὶ τριϲύλλαβοϲ ἀπὸ δύο ϲυμφώνων ἀρχόμενοϲ, ἢ ἀπὸ μόνου τοῦ ε οἷον θλῶ θλάϲω τέθλακα, κλῶ κλάϲω κέκλακα, ϲμῶ ϲμήϲω ἔϲμηκα, δρῶ δράϲω δέδρακα, ζῶ ζήϲω ἔζηκα· καὶ τοῦτο εὐλόγωϲ, ἐπειδὴ ὁ ἐνεργητικὸϲ παρακείμενοϲ ἀπὸ περιϲπωμένων ὑπάρχων μιᾷ ϲυλλαβῇ περιττεύει τοῦ μέϲου παρακειμένου, οἷον μυκῶ μεμύκηκα μέμυκα, δουπῶ δεδούπηκα δέδουπα εἰ ἐποιήϲαμεν οὖν μέϲον παρακείμενον ἐπὶ τῶν προλεχθέντων, φημὶ τοῦ τέθλακα καὶ κέκλακα καὶ δέδρακα, ἔϲμηκα, ἔζηκα, ἤμελλεν ὁ μέϲοϲ παρακείμενοϲ μιᾷ ϲυλλαβῇ ἐνδεῖν τοῦ ἐνεργητικοῦ παρακειμένου, καὶ εἶχεν εἰϲ διϲυλλαβίαν περιπεϲεῖν, ὅπερ ἐϲτὶν ἄτοπον ϲπανίωϲ γὰρ εὑρίϲκεται διϲύλλαβοϲ παρακείμενοϲ ἐν χρήϲει· ϲπάνιον δὲ εἶπον διὰ τὸ οἶδα

  • οἶδ’ ἐπὶ δεξιὰ οἱδ’ ἐπ’ ἀριϲτερὰ νωμῆϲαι βῶν
  • ἀζαλέην (H 238)
  • καὶ διὰ τὸ οἶκα, ὃ ϲημαίνει τὸ ὁμοιῶ, οἷον «οἶκαϲ μὲν ὡραίῳ λίνῳ » παρ’ Ἀλκμᾶνι, ἀντὶ τοῦ ὅμοιοϲ εἰ, καὶ διὰ τὸ εἶα καὶ κατ’ ἔκταϲιν Ἀττικὴν τοῦ ε εἰϲ η ᾖα, ὃ γίνεται ἐν διαλύϲει παρὰ τῷ ποιητῇ,
  • ἤϊα πολλὰ θεοὺϲ γουνούμενοϲ.
  • [*](1. 37 οἶκα scr. pro εἷκα et verba Alemanis explevi ex Ep. Cr. I 287, 1 et Choer. 871, 30, verba καὶ κατ’ ἔκταϲιν — ᾖα ipse inserui, in Epim. legitur: εἶα, ὅπερ ἔν διαλύϲει ἔϊα καὶ ἐπαυξήϲει ἤϊα. De re cf. Mon 24, 4 οἶδα.)
    797
    Eustath. 759,5: Ἡρωδιανὸϲ προυποθεὶϲ ῥῆμα τὸ εἴδω παράγει ἐξ αὐτοῦ μέϲουϲ παρακειμένουϲ ἐπὶ μὲν τοῦ θεωρῶ καὶ γινώϲκω οἶδα, ἐπὶ δὲ τοῦ ὁμοιῶ τὸ οἶκα, ἐξ οὗ  ἔοικα, οὗ ὑπερϲυντελικὸϲ ἐῴκειν κατὰ ἔκταϲιν.