Περὶ ῥημάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥημάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

περὶ ποϲότητοϲ τῶν ϲυλλαβῶν λέγομεν ὅτι μὲν ἐπὶ βαρυτόνων θεμάτων ἰϲοϲυλλαβεῖ τῷ ἐνεργητικῷ παρακειμένῳ ὁ μέϲοϲ παρακείμενοϲ οἷον τύπτω τέτυφα τέτυπα, νύϲϲω νένυχα νένυγα, νήθω νένηκα νένηθα, πείθω πέπεικα πέποιθα, πλήϲϲω πέπληχα πέπληγα. κείρω κέκαρκα κέκορα, φθείρω ἔφθαρκα ἔφθορα, ἐπὶ δὲ τῶν περιϲπωμένων θεμάτων μιᾷ ϲυλλαβῇ ἐνδεῖ τοῦ ἐνεργητικοῦ ὁ μέϲοϲ παρακείμενοϲ οἶον δουπῶ δουπήϲω δεδούπηκα δέδουπα, μυκῶ μυκήϲω μεμύκηκα μέμυκα, κτυπῶ κτυπήϲω ἐκτύπηκα ἔκτυπα.

ὥϲπερ μέλω μελήϲω μεμέληκα καὶ μέϲοϲ παρακείμενοϲ μέμηλα καὶ ὤλεκα ὦλα, τεθάληκα τέθηλα, οὕτω βεβούληκα βέβουλα. τοιοῦτόν τι καὶ τὸ λέληκα· «δαιμόνιη, τί λέληκαϲ » (Hes. Opp. 207), καὶ τὸ δεδούπηκα δέδουπα κατὰ Ἡρωδιαν ὸν «δεδουπότοϲ Οἰδιπόδαο» (ψ 679). καὶ ἕτερα οὐκ ὀλίγα, ἐν οἷϲ καὶ τὸ ἐκτύπηκα ἔκτυπα· εἰϲὶ γὰρ περιϲπώμενοι τοιοῦτοι μέϲοι παρακείμενοι ὡϲ πολλαχοῦ φανεῖται· 5 καὶ αὐτοὶ κατὰ τὰ προρρηθέντα μιᾷ ϲυλλαβῇ ἐνδέουϲι τοῦ ἐνεργητικοῦ, ὅπερ ἐν τοῖϲ βαρυνομένοιϲ οὐκ ἔϲτι ῥήμαϲιν. ἐν ἐκείνοιϲ γὰρ ἰϲοϲυλλαβεῖ καθόλου ὁ μέϲοϲ τῷ ἐνεργητικῷ.