Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἴω: τὸ ἴω διὰ τοῦ ῑ· ἔϲτι καὶ εἴω διὰ τῆϲ ει διφθόγγου. καὶ τὰ μὲν ἑνικὰ τοῦ εἰμι διὰ τῆϲ ει διφθόγγου γράφεται, τὰ δὲ δυικὰ καὶ πληθυντικὰ διὰ τοῦ ῑ.