Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἰϲχανῶ: τὸ ἐπιθυμῶ. πολλάκιϲ τὸ ε ἐν τοῖϲ ῥήμαϲι ἐπιφερομένων δύο ϲυμφώνων τρέπεται εἰϲ ῑ οἷον τέκω τίκτω, οὕτω καὶ ἔχω ἴϲχω διὰ τοῦ ῑ. καὶ ὥϲπερ ἀπὸ τοῦ φῶ γίνεται φαίνω καὶ παμφαίνω καὶ ἐκεῖθεν ὁ μέλλων παμφανῶ, οὕτω καὶ ἀπὸ τοῦ ἴϲχω γίνεται ἰϲχαίνω καὶ ὁ μέλλων ἰϲχανῶ καὶ ἰχανῶ ἀποβληθέντοϲ τοῦ ϲ καὶ ἐκταθέντοϲ τοῦ ῑ καὶ μετάγεται ὁ μέλλων εἰϲ ἐνεϲτῶτα.