Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἶροϲ ὄνομα κύριον ἐν Ὀδυϲϲείᾳ, ὁ πτωχὸϲ καὶ πένηϲ, ὃϲ κατὰ τὴν ἐτυμολογίαν διὰ τῆϲ ει γράφεται· παρὰ γὰρ τὸ εἴρω τὸ λέγω καὶ. ὁ ποιητὴϲ δηλοῖ λέγων « Ἶρον δὲ νέοι κίκληϲκον ἅπαντεϲ — οὕνεκ’ ἀπαγγέλλεϲκε κιών, ὅτε πού τιϲ ἀνώγοι» (Od. ϲ 5—7). ἀλλ’ ἔϲτιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἱερόϲ γίνεται κράϲει ἱρόϲ καὶ Ἶροϲ κύριον. πολλὰ γὰρ εὑρίϲκεται ὀξύτονα, ἅτινα γινόμενα κύρια, βαρύνεται οἶον ξανθόϲ Ξάνθοϲ, πυρρόϲ Πύρροϲ, γλαυκόϲ Γλαῦκοϲ, λευκόϲ Λεῦκοϲ. οὕτωϲ οὖν καὶ ἱρόϲ Ἶροϲ. ἄλλωϲ τὰ διὰ τοῦ ιροϲ διϲύλλαβα κύρια καὶ βαρύνεται καὶ διὰ τοῦ ῑ γράφεται.