Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἰνδάλω γράφεται διὰ τοῦ ῑ, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων· ἐν τοῖϲ παραγωγοῖϲ εἰώθαϲι πολλάκιϲ τὴν φύϲει μακρὰν εἰϲ θέϲιν μακρὰν μεταβάλλειν ὥϲπερ ἐϲτὶ τὸ πένηϲ πενιχρόϲ, λήβω λαμβάνω, ἥδω ἁνδάνω, θήκω δαγκάνω, οὕτω καὶ παρὰ τὸ εἴδω παραγωγὸν ἰνδάλω, ἐξ οὗ καὶ ἴνδαλμα.