Περὶ ὀρθογραφίας

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀρθογραφίας, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ἱήιοϲ ἐπίθετον Ἀπόλλωνοϲ ὁ τοξότηϲ ἀπὸ τοῦ ἵημι παρὰ τὴν ἕϲιν τῶν βελῶν. τινὲϲ δὲ ψιλοῦϲιν, ἐπεὶ ἰάϲεωϲ αἴτιοϲ ὁ θεόϲ. τὸ δὲ «ἤϊε Φοῖβε» (0 365) κατὰ ἀποβολὴν τοῦ ῑ γέγονε. Ἀρίϲταρχοϲ δαϲύνει ἀπὸ τῆϲ ἕϲεωϲ τῶν βελῶν, οἱ δὲ περὶ Κράτητα ψιλῶϲ ἀπὸ τῆϲ ἰάϲεωϲ. ἄμεινον δὲ ψιλοῦϲθαι. τὸ γὰρ η πρὸ φωνήεντοϲ ψιλοῦται.